- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:19.1-19.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
因军团僭妄及自身年迈无嗣而恐慌的加尔巴谋划确立养子以继位;与此同时,文中介绍了以骄奢闻名、因波芭娅而与尼禄产生离奇纠葛的奥托其人及其背景。
τοιαῦτα δὲ ἕτερα καὶ τῶν ὑπὸ Τιγελλίνῳ ταγμάτων ὑβριζόντων πολλάκις, ἐπέμπετο γράμματα τῷ Γάλβᾳ παρὰ τῶν ἐπιτρόπων ὁ δὲ φοβηθεὶς ὡς μὴ μόνον διὰ τὸ γῆρας, ἀλλὰ καὶ διὰ τήν ἀπαιδίαν καταφρονούμενος,1 ἐβουλεύετο παῖδα θέσθαι τῶν ἐπιφανῶν τινα νεανίσκον καὶ διάδοχον ἀποδεῖξαι τῆς ἀρχῆς.
提盖利努斯麾下的军团也屡次有类似的僭妄之举,代理官们遂向加尔巴送呈书简。加尔巴因恐慌自己不仅因年迈、更因无嗣而遭人轻慢,便商议从显贵青年中挑选一人收为义子,并指定其为帝位的继承人。
ἦν δέ Μάρκος Ὄθων, ἀνὴρ γένει μὲν οὐκ ἀφανής, τρυφῇ δὲ καὶ φιληδονίαις εὐθὺς ἐκ παίδων ἐν ὀλίγοις Ῥωμαίων2 διεφθαρμένος, ὡς δὲ τὸν Ἀλέξανδρον Ὅμηρος Ἑλένης πόσιν ἠϋκόμοιο, μηδὲν ἔχοντα πρὸς δόξαν ἄλλο σεμνύνων ἀπὸ τῆς γυναικός, ὀνομάζει πολλάκις, οὕτως γεγονὼς περιβόητος ἐν Ῥώμῃ διὰ τὸν Ποππαίας γάμον, ἧς ἤρα μὲν ὁ Νέρων Κρισπίνῳ συνούσης, ἔτι δʼ αἰδούμενος τήν ἑαυτοῦ γυναῖκα καὶ τήν μητέρα φοβούμενος ὑφῆκε τὸν Ὄθωνα πειρῶντα3 τήν Ποππαίαν.
当时有一人名叫马尔库斯·奥托,门第并非不显赫,但自幼便以骄奢纵欲败坏,在罗马人中名列前茅。犹如荷马屡屡将亚历山大(帕里斯)称作“秀发海伦之夫”,因其再无其他可取之声誉,只得借妻子来加以尊崇;同样,奥托也因迎娶波芭娅而在罗马声名远扬。当波芭娅与克里斯皮努斯共同生活时,尼禄便爱恋上了她,但当时尼禄尚顾忌自己的妻子,又畏惧其母,遂唆使奥托前去诱引波芭娅。
φίλῳ δὲ τῷ Ὄθωνι καὶ συμβιωτῇ διὰ τήν ἀσωτίαν ἐχρῆτο, καὶ σκωπτόμενος ὑπʼ αὐτοῦ πολλάκις εἰς μικρολογίαν καὶ ἀνελευθερίαν ἔχαιρε, λέγεται δέ ποτε μύρῳ τῶν πολυτελῶν χρισαμένου τοῦ Νέρωνος καὶ τὸν Ὄθωνα καταβρέξαντος, ἐκεῖνος πάλιν τῇ ὑστεραίᾳ δεχόμενος αὐτὸν ἅμα πολλαχόθεν ἀργυροῦς καὶ χρυσοῦς προβαλεῖν ἄφνω σωλῆνας, ὥσπερ ὕδωρ τὸ μύρον ἐκχέοντας καὶ κατακλύζοντας, ἀλλὰ τήν γε Ποππαίαν προμοιχεύσας τῷ Νέρωνι, καὶ διαφθείρας ταῖς εἰς ἐκεῖνον ἐλπίσιν, ἔπεισεν ἀποστῆναι τοῦ ἀνδρός. ἐλθούσης δὲ παρʼ αὐτὸν ὡς γαμετῆς οὐκ ἠγάπα μετέχων, ἀλλʼ ἤσχαλλε μεταδιδούς,4 οὐδὲ αὐτῆς ἀχθομένης, ὥς φασι, τῇ ζηλοτυπίᾳ τῆς Ποππαίας.
尼禄因奥托骄奢淫逸而视其为朋友与共处之伴,且常因自己吝啬局促遭其嘲弄却反以为乐。据说有一次,尼禄用名贵香膏涂抹自身并泼洒在奥托身上;次日奥托回敬款待他时,突然从多处一齐伸出金银喷管,犹如流水一般将香膏喷涌倾泻,浸灌全场。然而,奥托先替尼禄与波芭娅私通,并以结好尼禄的期望诱使其心动,劝说她离弃了丈夫。但当她作为正妻来到奥托家中时,奥托却不满足于共同分享,反因须分润给尼禄而深感恼恨;而据说波芭娅本人也并不厌恶他这番嫉妒。
καὶ γὰρ ἀποκλεῖσαι τὸν Νέρωνα λέγεται μὴ παρόντος τοῦ Ὄθωνος, εἴτε τῆς ἡδονῆς ἀφαιροῦσα τὸ πλήσμιον, εἴτε, ὥς φασιν ἔνιοι, βαρυνομένη τὸν Καίσαρος γάμον, ἐραστῇ δὲ μὴ φεύγουσα χρῆσθαι διὰ τὸ φιλακόλαστον. ἐκινδύνευσεν οὖν ὁ Ὄθων ἀποθανεῖν· καὶ παράλογον ἦν ὅτι τήν γυναῖκα καὶ ἀδελφὴν ἀποκτείνας διὰ τὸν Ποππαίας γάμον ἐφείσατο τοῦ Ὄθωνος.
因为据说奥托若不在场,她便把尼禄关在门外,不知是为了免使欢愉生腻,还是如某些人所言,她对嫁给恺撒感到沉重负担,却又因放纵成性而不愿放弃与其保持情人关系。奥托因此险些丧命;而令人不可思议的是,尼禄为与波芭娅成婚而杀害了自己的妻子兼妹妹,却唯独宽恕了奥托。
- 19.1ὡς μὴ μόνον διὰ τὸ γῆρας, ἀλλὰ καὶ διὰ τήν ἀπαιδίαν καταφρονούμενος
连词 ὡς 与分词 καταφρονούμενος 连用,表达主语(加尔巴)主观上的动机与推测(“因自以为……受人轻慢而恐慌”),描绘其内心的忧惧而非客观事实。
- 19.2ἐν ὀλίγοις Ῥωμαίων
字面意为“在少数罗马人之中”,实为修饰分词 διεφθαρμένος 的习语,起最高级或极强强调的作用,意即“在罗马人中屈指可数地(极端腐化堕落)”。
- 19.2ὑφῆκε τὸν Ὄθωνα πειρῶντα
动词 ὑφίημι 在此处意为“暗中唆使、派作密使”,现在分词 πειρῶντα 作补充性分词,表其指使的目的或持续动作,即“唆使奥托去诱惑波芭娅”。
- 19.4οὐκ ἠγάπα μετέχων, ἀλλʼ ἤσχαλλε μεταδιδούς
动词 ἀγαπάω(满足)与 ἀσχάλλω(恼恨、不悦)分别带有补充性分词 μετέχων 与 μεταδιδούς,分词在此指明令其感到满足或不悦的情境:“他不甘于分享,反因须让出分润而深感恼恨”。
