- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:18.1-18.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加尔巴纵有正当之举亦被疑为买卖公道,因拒绝向军队发放赏赐更激起了军士的狂怒;尽管罗马城内反抗之意尚潜伏未发,日耳曼尼亚的驻军却已失控并公开嘲弄为皇帝祝祷的仪式。
ἐκ δὲ τούτου καί τὰ μετρίως πραττόμενα διαβολὴν εἶχεν, ὡς τὰ πρὸς τοὺς Γαλάτας Οὐΐνδικι συναραμένους. ἐδόκουν γὰρ οὐ φιλανθρωπίᾳ τοῦ αὐτοκράτορος, ἀλλὰ ὠνούμενοι παρὰ Οὐινίου τυγχάνειν ἀνέσεώς τε δασμῶν καί πολιτείας.
由此,甚至那些处置得当的政事也招致了非议,比如对那些曾协助温德克斯的高卢人的举措便是如此。因为人们认为他们获得免除赋税和公民权,并非出于皇帝的仁厚,而是向维尼乌斯收买所得。
οἱ μὲν οὖν πολλοὶ διὰ ταῦτα πρὸς τὴν ἡγεμονίαν ἀπηχθάνοντο, τοὺς δὲ στρατιώτας τὴν δωρεὰν μὴ κομιζομένους ἐν ἀρχῇ μὲν ἐλπὶς παρῆγεν ὡς, εἰ καί μὴ τοσοῦτον, ἀλλʼ ὅσον Νέρων ἔδωκεν, ἀποδώσοντος.1 ἐπεὶ δὲ μεμφομένους ἀκούσας ἀφῆκε φωνὴν ἡγεμόνι μεγάλῳ πρέπουσαν, εἰπὼν εἰωθέναι καταλέγειν στρατιώτας, οὐκ ἀγοράζειν, πυθομένοις τοῦτο δεινὸν εἰσῆλθε μῖσος καί ἄγριον πρὸς αὐτόν, ἐδόκει γὰρ οὐκ αὐτὸς ἀποστερεῖν μόνος, ἀλλὰ νομοθετεῖν καί διδάσκειν τοὺς μεθʼ αὑτὸν αὐτοκράτορας.
因此,大众由于这些缘故而对这一政权深恶痛绝;至于未能领到赏赐的军士们,起初还受希望哄骗,以为即便没有那么多,皇帝也会发给他们如同尼禄所赐的那样多。然而,当皇帝听闻他们口出怨言时,却说出了一句理应属于伟大统帅的话,声称自己向来习惯征募士兵而非收买士兵;军士们得知此话后,对他产生了极为可怕而狂暴的仇恨,因为在他们看来,他不仅自己剥夺他们的赏金,甚至还在为后世的皇帝树立律则并做出表率。
ἀλλὰ τὸ μὲν ἐν Ῥώμῃ τυφλὸν ἦν ἔτι κίνημα, καί τις αἰδὼς ἅμα πρὸς παρόντα τὸν Γάλβαν ἀμβλύτητα καί μέλλησιν ἐνεποίει τῷ νεωτερισμῷ, καί τὸ μηδεμίαν ἀρχὴν ἐμφανῆ μεταβολῆς ὁρᾶσθαι συνέστελλε καί συνέκρυπτεν ἁμῶς γέ πως τὴν δυσμένειαν αὐτῶν, οἱ δὲ πρότερον ὑπὸ Οὐεργινίῳ γενόμενοι, τότε δὲ ὄντες ὑπὸ Φλάκκῳ περὶ Γερμανίαν, μεγάλων μὲν ἀξιοῦντες αὑτοὺς διὰ τὴν μάχην ἣν ἐμαχέσαντο πρὸς Οὐΐνδικα, μηδενὸς δὲ τυγχάνοντες, ἀπαρηγόρητοι τοῖς ἄρχουσιν ἦσαν.2
但在罗马城中,这种动荡仍处于隐伏状态,同时因加尔巴亲身在场而生的一定敬畏之心,使谋反举动变得迟缓而犹疑不决,且不见任何明显的政变端倪,这一切在某种程度上抑制并掩盖了他们的恶意。反之,那些原先隶属于维尔吉尼乌斯麾下、当时在日耳曼尼亚归属于弗拉库斯统领的军队,因自恃与温德克斯作战有功而自期甚高,却一无所得,对将领们而言已是无可宽慰、难以驭服。
αὐτὸν δὲ τὸν Φλάκκον ὑπὸ συντόνου ποδάγρας ἀδύνατον ὄντα τῷ σώματι καὶ πραγμάτων ἄπειρον ἐν οὐδενὶ λόγῳ τὸ παράπαν ἐποιοῦντο. καί ποτε θέας οὔσης, καί τῶν χιλιάρχων καί λοχαγῶν τὸ Ῥωμαίοις σύνηθες εὐτυχίαν ἐπευχομένων τῷ αὐτοκράτορι Γάλβᾳ, διεθορύβησαν οἱ πολλοὶ τὸ πρῶτον, εἶτα ταῖς εὐχαῖς ἐπιμενόντων ἐκείνων ἀντεφώνουν εἰ ἄξιος.3
他们对弗拉库斯本人亦全然不放在眼里,因他受剧烈痛风折磨而身体虚弱,且缺乏军政实务的经验。有一次举行节庆公开展演时,千夫长与百夫长们按照罗马人的惯例为加尔巴皇帝祈求福祉,士兵大众起初大肆喧噪,随后见军官们坚持祈福,便齐声回应道: “如果他配得的话!”
- 18.2ὡς, εἰ καί μὴ τοσοῦτον, ἀλλʼ ὅσον Νέρων ἔδωκεν, ἀποδώσοντος
由 ὡς 引出的独立属格结构,附着于主格名词 ἐλπίς,用以表示主观预期的具体内容。未来分词 ἀποδώσοντος 的逻辑主语(加尔巴)在上下文中是不言自明的。句中将 εἰ καί μὴ τοσοῦτον(纵然不及宁菲狄乌斯所许诺的那么多)与 ἀλλʼ ὅσον Νέρων ἔδωκεν(但总会如尼禄所给的一样多)相对比,表达军士们的心理期待。
- 18.3ἀπαρηγόρητοι τοῖς ἄρχουσιν ἦσαν
形容词 ἀπαρηγόρητος(无法安慰的、不可抚慰的)接表关涉或利害关系的与格 τοῖς ἄρχουσιν(对于指挥官们而言),意指士兵们极其愤懑,将领们根本无法安抚或驾驭。
- 18.4εἰ ἄξιος
省略系动词 ἐστίν 的条件状语从句。它针对前文百夫长等人的祝祷(εὐτυχίαν……愿加尔巴皇帝享福祉),以极简短的反语口号附加保留条件('若他配享的话')。
