- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:17.1-17.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加尔巴处决了多名尼禄的恶毒从犯,但民众极力要求惩治的提盖利努斯却借贿赂维尼乌斯逃脱死罪,并公然设宴寻欢,激起公愤。
ὁ δὲ πρεσβύτης ἠδικεῖτο τὰ μὲν πρῶτα τοῦ Οὐινίου κακῶς διοικοῦντος,1 ἃ δὲ αὐτὸς ὀρθῶς προῃρεῖτο διαβάλλοντος ἢ κωλύοντος· οἷον ἦν τὸ περὶ τὰς κολάσεις τῶν Νερωνιανῶν.
然而这位老人却受尽维尼乌斯之害:维尼乌斯不仅在最重要的国政上处置不当,更对加尔巴本人正当的意图横加中伤或阻挠;关于尼禄党羽的惩处便是一例。
ἀπέκτεινε γὰρ τοὺς πονηρούς, ἐν οἷς ἦν ὁ Ἥλιος καὶ Πολύκλειτος καὶ Πετῖνος καὶ Πατρόβιος. ὁ δὲ δῆμος ἐκρότει, καὶ διʼ ἀγορᾶς αὐτῶν ἀγομένων ἐβόα καλὴν μὲν εἶναι καὶ θεοφιλῆ πομπήν, ἀπαιτεῖν δὲ καὶ θεοὺς καὶ ἀνθρώπους τὸν διδάσκαλον καὶ παιδαγωγὸν τῆς τυραννίδος Τιγελλῖνον. ἐφθάκει δὲ ὁ γενναῖος προειληφὼς2 ἀρραβῶσι μεγάλοις τὸν Οὐίνιον.
加尔巴处决了那些为非作歹之徒,其中包括赫利俄斯、波利克莱托斯、佩提努斯与帕特罗比乌斯。民众拍手喝彩,当这些人被押解穿过广场时,民众高呼这是美好且得神喜悦的行列,然而神明与世人皆要求交出暴政的导师与培植者提盖利努斯。然而这位高尚之士早已用重金充当定金,抢先收买了维尼乌斯。
εἶτα Τουρπιλιανὸς μέν, ὅτι μὴ προεδίδου μηδὲ ἐμίσει τὸν ἡγεμόνα τοιοῦτον ὄντα μισούμενος, ἄλλο δὲ μηδὲ ἓν μέγα συναδικήσας, ἀπέθανεν ὁ δὲ καὶ ποιήσας ἄξιον θανάτου Νέρωνα καὶ γενόμενον τοιοῦτον ἐγκαταλιπὼν καὶ προδοὺς περιῆν, μέγα δίδαγμα τοῦ μηδὲν ἄπρακτον εἶναι παρὰ Οὐινίῳ μηδὲ ἀνέλπιστον τοῖς διδοῦσιν.3
结果,图尔皮利阿努斯仅仅因为不曾背叛亦不曾憎恨皇帝(哪怕皇帝是如此之人)而招致憎恨,此外并未共谋任何重大恶行,却被处死;而那个一手将尼禄塑造成死有余辜之人、待其沦落至此又弃之背叛的罪魁祸首却安然存活——这成了极大的例证,表明在维尼乌斯跟前没有办不成的事,对于行贿者而言亦无不可希冀之物。
οὐδενὸς γὰρ οὕτω θεάματος ἐρασθεὶς ὁ Ῥωμαίων δῆμος ὡς τοῦ Τιγελλῖνον ἰδεῖν ἀπαγόμενον, οὐδὲ παυσάμενος ἐν πᾶσι θεάτροις καὶ σταδίοις αἰτούμενος ἐκεῖνον, ἐπεπλήχθη διαγράμματι τοῦ αὐτοκράτορος Τιγελλῖνον μὲν οὐ πολὺν ἔτι βιώσεσθαι φάσκοντος χρόνον ὑπὸ φθινάδος νόσου δαπανώμενον, ἐκείνους δὲ παραιτουμένου μὴ διαγριαίνειν μηδὲ τυραννικὴν ποιεῖν τὴν ἡγεμονίαν.
因为罗马民众最渴望见到的景象莫过于目睹提盖利努斯被押赴刑场,他们亦从未停止在所有剧场和竞技场中要求惩办他;然而他们却遭到了皇帝告示的训诫,告示声称提盖利努斯因受痨病折磨已不久于人世,并恳请民众不要激化怒气,亦不要使统治变得暴虐专横。
ἀχθομένου δὲ τοῦ δήμου καταγελῶντες ὁ μὲν Τιγελλῖνος ἔθυσε σωτήρια καὶ παρεσκεύασε λαμπρὰν ἑστίασιν, ὁ δὲ Οὐίνιος ἀναστὰς παρὰ τοῦ αὐτοκράτορος μετὰ δεῖπνον ἐκώμασεν ὡς ἐκεῖνον, ἄγων τὴν θυγατέρα χήραν οὖσαν. καὶ προὔπιεν ὁ Τιγελλῖνος αὐτῇ πέντε καὶ εἴκοσι μυριάδας ἀργυρίου, καὶ τῶν παλλακίδων τὴν ἀγελαρχοῦσαν ἐκέλευσε τὸν περιδέραιον κόσμον ἀφελομένην ἐκείνῃ περιάψαι, πεντεκαίδεκα μυριάδων εἶναι λεγόμενον.
在民众义愤填膺之际,〔二人〕嘲弄着众人,提盖利努斯献上了感恩平安的祭品,并筹备了极尽奢华的盛宴;而维尼乌斯在饭后离开皇帝身边,带着自己守寡的女儿前往提盖利努斯处狂饮寻欢。提盖利努斯向她敬酒,并馈赠二十五万枚银币,还命侍妾之首摘下所佩的项链戴在她颈上,据说该项链价值十五万枚银币。
- 17.1τὰ μὲν πρῶτα τοῦ Οὐινίου κακῶς διοικοῦντος
尽管 τὰ πρῶτα 亦可作状语性宾格解释为“首先”,但考虑到它与后文的 ἃ δὲ αὐτὸς ὀρθῶς προῃρεῖτο 借助 μέν... δέ 形成对照,此处更宜视作独立属格分词 διοικοῦντος 的直接宾语,指“最重大的国政要务”。
- 17.2ἐφθάκει δὲ ὁ γενναῖος προειληφὼς
动词 ἐφθάκει 与补充分词 προειληφώς 连用,构成表示“先发制人/抢先完成某事”的惯用结构。此外,名词化形容词 ὁ γενναῖος(“高贵之人”)是对尼禄最臭名昭著的亲信提盖利努斯的辛辣讽刺(反语)。
- 17.3τοῦ μηδὲν ἄπρακτον εἶναι παρὰ Οὐινίῳ μηδὲ ἀνέλπιστον τοῖς διδοῦσιν
由属格冠词 τοῦ 与不定式 εἶναι 构成的名词化结构,充当解释性(同位语性)属格,用以界定前面 μέγα δίδαγμα(“极大的例证/教训”)的具体内容,意即“在维尼乌斯处无事不成”本身便是该例证所展示的内容。
