← 普鲁塔克

加尔巴传

§16.1-16.4

加尔巴的过度吝啬与维尼乌斯的敛财

加尔巴试图纠正尼禄的奢靡无度,却陷入过度的苛刻吝啬,通过强行追讨赏赐招致民怨;与其同时,亲信维尼乌斯则操纵皇帝并大肆中饱私囊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§16.1

βουλόμενος δὲ τῆς περὶ τὰς δωρεὰς ἀμετρίας καὶ πολυτελείας τοῦ Νέρωνος ἀποδεικνύναι μεγάλην μεταβολήν, ἀστοχεῖν ἐδόκει τοῦ πρέποντος. Κάνου γὰρ αὐλήσαντος αὑτῷ παρὰ δεῖπνον (ἀκρόαμα δὲ ἦν ὁ Κάνος εὐδοκιμούμενον) ἐπαινέσας καὶ ἀποδεξάμενος ἐκέλευσεν αὑτῷ κομισθῆναι τὸ γλωσσόκομον· καὶ λαβὼν χρυσοῦς τινας ἐπέδωκε τῷ Κάνῳ, φήσας ἐκ τῶν ἰδίων, οὐκ ἐκ τῶν δημοσίων χαρίζεσθαι.

加尔巴意欲表明自己与尼禄在赏赐上的无度与奢靡截然不同,却被认为失之于适度。原来,当卡努斯在席间为他吹奏管乐时——卡努斯是一位颇负盛名的乐人——加尔巴赞赏并接纳了他,命人取来自己的钱匣;他取出几枚金币递给卡努斯,声称这是出自私产而非国帑的馈赠。

§16.2

τὰς δὲ δωρεὰς ἃς Νέρων ἔδωκε τοῖς περὶ σκηνὴν καὶ παλαίστραν, ἀπαιτεῖσθαι συντόνως κελεύσας1 πλὴν τοῦ δεκάτου μέρους, εἶτα μικρὰ καὶ γλίσχρα κομιζόμενος ἀνηλώκεσαν γὰρ οἱ πλεῖστοι τῶν λαβόντων, ἐφήμεροι καὶ σατυρικοὶ τοῖς βίοις ἄνθρωποι τοὺς πριαμένους παρʼ αὐτῶν ἢ λαβόντας ὁτιοῦν ἀνεζήτει καὶ παρʼ ἐκείνων ἐξέπραττε.

至于尼禄赏赐给剧场与角力场众人的财物,加尔巴下令除十分之一外全部严加追讨;继而,在追回之物极为微薄匮乏时——因大多数受赏者皆为朝生暮死、放纵度日的浪子,早已将赏赐挥霍殆尽——他又搜寻自那些人处购入或接受过任何物品的人,并向他们索取。

§16.3

τοῦ δὲ πράγματος ὅρον οὐκ ἔχοντος, ἀλλὰ πόρρω νεμομένου2 καὶ προϊόντος ἐπὶ πολλούς, αὐτὸς μὲν ἠδόξει, φθόνον δὲ καὶ μῖσος εἶχεν Οὐίνιος, ὡς τοῖς μὲν ἄλλοις ἅπασιν ἀνελεύθερον παρέχων τὸν ἡγεμόνα καὶ μικρολόγον, αὐτὸς δὲ χρώμενος ἀσώτως καὶ λαμβάνων πάντα καὶ πιπράσκων.

此事既无界限,反而四处蔓延,波及甚众,加尔巴自身遂招致恶名,而维尼乌斯则引来嫉妒与仇恨;因为维尼乌斯对待其余所有人皆使皇帝显得器量狭小且锱铢必较,自己却毫无节制地利用〔他〕,攫取并兜售一切。

§16.4

ὁ μὲν γὰρ Ἡσίοδος "ἀρχομένου τε πίθου καὶ λήγοντος κορέσασθαι" φησὶ δεῖν, ὁ δὲ Οὐίνιος ὁρῶν ἀσθενῆ καὶ γέροντα τὸν Γάλβαν ἐνεπίμπλατο τῆς τύχης, ὡς ἅμα μὲν ἀρχομένης, ἅμα δὲ φθινούσης.3

诚然,赫西俄德曾说,“瓮开与瓮尽之时,当尽情取用”,维尼乌斯见加尔巴衰弱老迈,便饱食这运势之利,仿佛这运势在初启的同时亦正走向终局。

语法注3 条
  1. 16.2τὰς δὲ δωρεὰς ἃς Νέρων ἔδωκε τοῖς περὶ σκηνὴν καὶ παλαίστραν, ἀπαιτεῖσθαι συντόνως κελεύσας

    句首的 τὰς δὲ δωρεάς 与定语从句 ἃς... 一同前置(先取或主题前置)。在句法上,它充当后接被动不定式 ἀπαιτεῖσθαι 的逻辑主语(或 κελεύσας 的宾语),但由于其后插入了长从句与分词结构,因而提前置于句首作为全句的论述主题,最终引出主句动词 ἀνεζήτει καὶ ... ἐξέπραττε。

  2. 16.3πόρρω νεμομένου

    中动态动词 νέμομαι 的不及物与比喻用法,常用于描述火灾、瘟疫或祸害的“蔓延”、“侵蚀”。此处形象地说明了追讨下赐财物的清查不仅限于原本的受赏者,而且蔓延波及至二手转购者等极广泛的群体。

  3. 16.4ὡς ἅμα μὲν ἀρχομένης, ἅμα δὲ φθινούσης

    该结构承接前文的 ἐνεπίμπλατο τῆς τύχης,是与 τῆς τύχης 一致的状语分词结构,并由 ὡς 引导以表示主语(维尼乌斯)的主观认知与动机,即“仿佛这运势在初启的同时亦正走向终局”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:16.1-16.4