- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:15.1-15.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加尔巴因未经审判处决宁菲狄乌斯的同谋及图尔皮利阿努斯而招致非议,又在罗马城郊命骑兵武力镇压了阻道索要军籍待遇的尼禄所属水手军团。
οὕτω δὲ τοῦ Νυμφιδίου καταστρέψαντος ὁ Γάλβας πυθόμενος, καί τῶν συνωμοτῶν αὐτοῦ κελεύσας ἀποθανεῖν ὅσοι μὴ διʼ αὑτῶν εὐθὺς ἀπέθανον, ἐν οἷς ἦν καί Κιγγώνιος ὁ τὸν λόγον γράψας καί Μιθριδάτης ὁ Ποντικός, ἔδοξε μὴ νομίμως, εἰ καί δικαίως,1 μηδὲ δημοτικῶς ἀνῃρηκέναι πρὸ κρίσεως ἄνδρας οὐκ ἀσήμους, ἕτερον γὰρ ἡγεμονίας σχῆμα προσεδέχοντο πάντες, ἐξαπατώμενοι συνήθως ὑπὸ τῶν ἐν ἀρχῇ λεγομένων.
宁菲狄乌斯以这种方式覆灭后,加尔巴闻讯,遂下令处死所有未当场自裁的同谋者,撰写演说辞的辛戈尼乌斯和本都的米特里达梯亦在其中。然而,未经审判便处死非藉藉无名之辈,加尔巴被认为既不合乎法度——即便其行为是公正的——也不合乎民心。盖因众人受初登位时的言辞所惑,一如既往地期待着一种截然不同的统治方式。
ἔτι δὲ μᾶλλον ἠνίασεν αὐτοὺς ἀνὴρ ὑπατικὸς καί Νέρωνι πιστὸς ἀποθανεῖν κελευσθείς, Πετρώνιος Τουρπιλιανός. Μάκρον γὰρ ἐν Λιβύῃ διὰ Τρεβωνίου καὶ Φοντήϊον ἐν Γερμανίᾳ διὰ Οὐάλεντος ἀνελὼν πρόφασιν εἶχεν ἐν ὅπλοις καί στρατοπέδοις ὄντας φοβηθῆναι. Τουρπιλιανὸν δέ, γέροντα γυμνὸν καί ἄνοπλον, λόγου μεταλαβεῖν οὐδὲν ἐκώλυεν, εἴ τις ἣν ἐπαγγέλλεται μετριότητα τοῖς πράγμασιν ἔργῳ φυλάξειν ἔμελλε.2
令人们更为恼恨的,是曾任执政官且忠于尼禄的佩特罗尼乌斯·图尔皮利阿努斯被下令处死。加尔巴通过特雷博尼乌斯在利比亚诛杀马凯尔,通过瓦伦斯在日耳曼尼亚诛杀丰泰乌斯,尚且有惧怕他们执掌武装与军团的借口;但对于图尔皮利阿努斯这位手无寸铁、孤立无援的老人,倘若加尔巴真打算在实际行动中坚守他在政事上所标榜的温和节制,原没有任何事情能妨碍给予他陈词申辩的机会。
ταῦτα μὲν οὖν τοιαύτας ἔχει μέμψεις. ἐπεὶ δὲ προσιὼν ἀπεῖχε τῆς πόλεως περὶ πέντε καί εἴκοσι σταδίους, ἐνετύγχανεν ἀκοσμίᾳ καί θορύβῳ τῶν ἐρετῶν τὴν ὁδὸν προκατεχόντων καὶ περικεχυμένων πανταχόθεν, οὗτοι δὲ ἦσαν οὓς εἰς ἓν τάγμα ὁ Νέρων συλλοχίσας ἀπέφηνε στρατιώτας· καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν3 οὔτʼ ὀφθῆναι τοῖς ἀπαντῶσιν οὔτʼ ἀκουσθῆναι παρίεσαν τὸν αὐτοκράτορα, ἀλλʼ ἐθορύβουν βοῇ σημεῖα τῷ τάγματι καί χώραν αἰτοῦντες, ἐκείνου δὲ ὑπερτιθεμένου καί πάλιν εἰπεῖν κελεύσαντος, ἀρνήσεως σχῆμα τὴν ἀναβολὴν εἶναι φάσκοντες ἠγανάκτουν καί παρείποντο μὴ φειδόμενοι βοῆς. ἐνίων δὲ καί τὰς μαχαίρας σπασαμένων, ἐκέλευσε τοὺς ἱππεῖς ἐμβαλεῖν αὐτοῖς ὁ Γάλβας. ὑπέστη δὲ οὐδεὶς ἐκείνων, ἀλλʼ οἱ μὲν εὐθὺς ἀνατραπέντες, οἱ δὲ φεύγοντες διεφθάρησαν, οὐ χρηστὸν οὐδὲ αἴσιον ποιοῦντες τῷ Γάλβᾳ τὸν οἰωνὸν εἰσιόντι διὰ πολλοῦ φόνου καί νεκρῶν τοσούτων εἰς τὴν πόλιν. ἀλλʼ εἰ καί τις αὐτοῦ κατεφρόνει πρότερον ἀσθενοῦς καί γέροντος ὁρωμένου, τότε πᾶσι φρικώδης καί φοβερὸς ἐγένετο.
这些作为便招致了如此的责难。当加尔巴前行而距城约二十五斯塔狄昂时,迎面遇上了预先占领道路、从四面八方拥挤而来的水手们所造成的骚乱与喧嚣。这些人乃是尼禄编入一个军团并授以正规军人身份的;他们此时聚集在此要求确立军籍,既不让皇帝为迎候者所见,亦不让迎候者听闻皇帝的声音,反而高声喧噪,要求发给该军团军旗并分派驻地。在加尔巴推迟此事并命其改日再陈时,他们声称拖延便是拒绝之态,因而愤愤不平,毫不收敛地喧嚷尾随。见有些人甚至拔出了短剑,加尔巴遂命骑兵向他们发起冲击。那些人无一能够抵抗,有的立遭践踏,有的在逃跑中遭到杀戮;加尔巴经由如此多的杀戮和这般众多的尸首进入城中,这绝非一个吉祥而美好的征兆。然而,先前若有人因他看似衰弱老迈而轻视他,此刻他对所有人而言都变得令人战栗而畏惧了。
- 15.1εἰ καί δικαίως
由让步连词 εἰ καί 与副词 δικαίως 构成的简略结构,意为“即便(在实质上)是公正的”。它插入在 μὴ νομίμως(不合合法程序)与 μηδὲ δημοτικῶς(不合民意/缺乏公民风范)之间,在承认处死同谋者于实质上有其正当性的同时,强调了未加审判(πρὸ κρίσεως)在程序与形式合法性上的严重缺失。
- 15.2λόγου μεταλαβεῖν οὐδὲν ἐκώλυεν, εἴ τις ἣν ἐπαγγέλλεται μετριότητα τοῖς πράγμασιν ἔργῳ φυλάξειν ἔμελλε.
主句使用未完成过去时 οὐδὲν ἐκώλυεν(“本没有任何事物妨碍[他获得申辩的权利]”),带有过去持续状态或接近与过去事实相反的虚拟语气意味;从句使用 εἴ τις ... ἔμελλε(ἔμελλε 搭配将来时不定词 φυλάξειν),直陈式过去时表示过去所应具备的意图或规划(“若有人真打算在实际行动中恪守其宣称的温和”)。不定代词 τις 委婉而确指加尔巴本人,整体构成了对其实际背离声称政策的严厉批评。
- 15.4καί τότε παρόντες ἐκβεβαιώσασθαι τὴν στρατείαν
现在分词 παρόντες(在场/赶来)后接不定过去时中间态不定词 ἐκβεβαιώσασθαι,充当目的状语,意为“(聚集在场)为了给自己确立军籍身份”。中间态体现了他们为自身利益而谋求身份正式确认的意涵。
