- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:14.1-14.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大队长霍诺拉图斯说服属下士兵坚守对加尔巴的忠诚;当宁菲狄乌斯前往军营图谋称帝时,遭到士兵背弃并被刺杀,其尸体被公开示众。
ἔδοξεν οὖν περὶ μέσας νύκτας εἰς τὴν παρεμβολὴν παραγαγόντας ἀναδεικνύειν1 αὐτοκράτορα τὸν Νυμφίδιον. πρῶτος δὲ τῶν χιλιάρχων Ἀντώνιος Ὁνωράτος ἑσπέρας γενομένης τοὺς ὑφʼ ἑαυτῷ στρατιώτας συναγαγὼν ἐκάκιζε μὲν αὑτόν, ἐκάκιζε δὲ ἐκείνους ἐν ὀλίγῳ χρόνῳ τροπὰς τοσαύτας τρεπομένους κατʼ οὐδένα λογισμὸν οὐδὲ αἵρεσιν ἀμεινόνων, ἀλλὰ δαίμονός τινος αὐτοὺς ἐκ προδοσίας εἰς προδοσίαν ἐλαύνοντος.
于是,他们决定在半夜时分将宁菲狄乌斯带入军营,拥立他为皇帝。但到了傍晚,大队长中位阶最尊的安东尼乌斯·霍诺拉图斯召集了他麾下的士兵,一面斥责自己,一面斥责他们并不依凭任何理性思考或择优取善之念,反而仿佛被某种恶神驱使着辗转于叛逆之间,在如此短的时间里竟这般频繁倒戈。
καὶ τὰ μὲν πρῶτα προφάσεις ἔχειν τὰ Νέρωνος ἐγκλήματα·2 νῦν δὲ Γάλβαν προδιδόναι, τίνα φόνον μητρὸς ἐγκαλοῦντας ἢ σφαγὴν γυναικός, ἢ ποίαν αἰδουμένους θυμέλην ἢ τραγῳδίαν τοῦ αὐτοκράτορος; ἀλλʼ οὐδὲ ἐκεῖνον ἐπὶ τούτοις ὑπεμείναμεν ἐγκαταλιπεῖν, ἀλλὰ Νυμφιδίῳ πεισθέντες ὅτι πρῶτος ἡμᾶς ἐγκατέλιπε καὶ πέφευγεν εἰς Αἴγυπτον.
他说,先前背叛尼禄尚且有其诸多罪行作为借口;可如今背叛加尔巴,究竟能指控他犯下了何种弑母之举或杀妻惨剧,又是在为皇帝登上了哪座舞台乐池或扮演了何种悲剧而感到羞耻呢? “然而,即使因那些恶行,我们当初也不忍弃他而去,而是听信了宁菲狄乌斯的话,以为是他先抛弃了我们而逃往埃及。
πότερον οὖν Νέρωνι Γάλβαν ἐπιθυσώμεθα, καὶ τὸν ἐκ Νυμφιδίας ἑλόμενοι Καίσαρα τὸν ἐκ Λιβίας ἀνέλωμεν, ὡς τὸν ἐξ Ἀγριππίνης ἀνείλομεν; ἢ τούτῳ δίκην ἐπιθέντες ὧν δέδρακε, τιμωροὶ μὲν Νέρωνος, Γάλβα δὲ φύλακες ἀγαθοὶ καὶ πιστοὶ φανῶμεν; ταῦτα λέγοντι τῷ χιλιάρχῳ προσέθεντο πάντες οἱ στρατιῶται, καὶ τοὺς ἄλλους προσιόντες ἐμμένειν παρεκάλουν τῇ πρὸς τὸν αὐτοκράτορα πίστει· καὶ τοὺς πλείους μετέστησαν.
难道我们要把加尔巴当作祭牲献给尼禄,推选宁菲狄亚之子为凯撒,除去莉薇娅的后嗣,正如我们除去了阿格里皮娜之子那样吗?抑或是我们应当对这个人的所作所为施加惩处,显明自己既是尼禄的复仇者,又是加尔巴忠实而善良的护卫?” 大队长说了这番话,麾下所有的士兵都表示赞同,并走访其他人,敦促他们坚守对皇帝的忠诚;他们争取到了大多数人。
ἀρθείσης δὲ βοῆς, εἴτε πεισθεὶς ὁ Νυμφίδιος, ὥς φασιν ἔνιοι, καλεῖν αὐτὸν ἤδη τοὺς στρατιώτας, εἴτε προλαβεῖν σπεύδων τὸ θορυβοῦν ἔτι καὶ διστάζον, ὑπὸ φωτὶ πολλῷ προῄει, λόγον τινὰ κομίζων ἐν βιβλίῳ γεγραμμένον ὑπὸ Κιγγωνίου Βάρρωνος, ὃν ἐκμεμελετήκει πρὸς τοὺς στρατιώτας εἰπεῖν.
当喧呼声响起时,宁菲狄乌斯——或是如某些人所言,误以为士兵们已经在呼唤他,或是急于抢先压服那些仍在躁动犹豫之人——在众火把的照耀下向前走去,手里拿着一卷由辛戈尼乌斯·瓦罗撰写的演说稿,他本已将其熟背,准备向士兵发表演说。
ἰδὼν δὲ κεκλεισμένας τοῦ στρατοπέδου τὰς πύλας καὶ περὶ τὰ τείχη πολλοὺς ὡπλισμένους ἔδεισε· καὶ προσιὼν ἠρώτα τί βούλονται καί τινος κελεύσαντος ἐν ὅπλοις γεγόνασιν.3 ἀπαντώσης δʼ αὐτῷ παρὰ πάντων μιᾶς φωνῆς, Γάλβαν αὐτοκράτορα γινώσκειν, κἀκεῖνος ὁμόσε χωρῶν ἐπευφήμει καὶ τοὺς ἑπομένους ἐκέλευε.
然而,看到军营的大门紧闭,城墙周围有大批武装士兵,他陷入了恐惧;他走上前去,询问他们意欲何为,又是奉了何人的命令执兵备战。当所有人口中传出同一道声音,回答说他们承认加尔巴为皇帝时,他也顺应形势高声欢呼,并命令随从们照做。
τῶν δὲ παρὰ τὰς πύλας παρέντων αὐτὸν εἰσελθεῖν μετʼ ὀλίγων αὐτὸς ἀκοντίζεται λόγχῃ· καὶ ταύτην μὲν ἐδέξατο πρὸ αὐτοῦ θυρεῷ Σεπτίμιος, ἄλλων δὲ γυμνοῖς ξίφεσιν ἐπιφερομένων φυγὼν καὶ διωχθεὶς ἐν οἰκήματι στρατιώτου σφάττεται. καὶ τὸν νεκρὸν εἰς μέσον ἑλκύσαντες καὶ περιβαλόντες κιγκλίδα θέαμα τοῖς βουλομένοις μεθʼ ἡμέραν παρέσχον.
守门的人放他带着少数人进门,一柄标枪随即向他本人掷来;塞普提米乌斯用盾牌挡在他身前接下了这一击,但其他人拔出利剑直冲过来,〔宁菲狄乌斯〕仓皇逃窜,被一路追赶,在一名士兵的营舍中被斩杀。他们将尸体拖到营地中央,用栅栏围起,在天明之后任由想看的人围观展示。
- 14.1παραγαγόντας ἀναδεικνύειν
在非人称动词 ἔδοξεν 之后,宾格复数分词 παραγαγόντας 充当不定式 ἀναδεικνύειν 的逻辑主语(“由他们带入……并拥立”),而未出现通常与 ἔδοξεν 搭配的与格动作发出者。
- 14.2καὶ τὰ μὲν πρῶτα προφάσεις ἔχειν τὰ Νέρωνος ἐγκλήματα
不定式 ἔχειν 及其后的 προδιδόναι 承接前文动词 ἐκάκιζε(“斥责”)所暗含的转述动词,在间接引语(主格/宾格与不定式结构)中延续霍诺拉图斯陈述和质问的内容。
- 14.5καί τινος κελεύσαντος ἐν ὅπλοις γεγόνασιν
在此处与间接疑问句 ἠρώτα τί βούλονται 并列的结构中,代词 τινος(在校勘本中通常标为疑问代词 τίνος)充当属格独立结构的主语,意为“奉谁的命令”,而非不定代词“某人”。
