- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg065.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知拉科与维尼乌斯独揽大权后,宁菲狄乌斯试图说服军官迫使加尔巴除掉二人无果,转而以虚惊之辞恐吓加尔巴亦遭无视,遂不顾劝阻决意举兵篡位。
ὁ γὰρ Νυμφίδιος εὐθὺς ἐπανελθόντος τοῦ Γελλιανοῦ πρὸς αὐτόν, ὃν ἔπεμψε τοῦ Γάλβα τρόπον τινὰ κατάσκοπον, ἀκούσας τῆς μὲν αὐλῆς καὶ τῶν δορυφόρων ἔπαρχον ἀποδεδεῖχθαι Κορνήλιον Λάκωνα, τὸ δὲ σύμπαν εἶναι τοῦ Οὐινίου κράτος, αὐτῷ δὲ μηδέποτε τοῦ Γάλβα στῆναι πλησίον ἐγγεγονέναι μηδὲ ἐντυχεῖν ἰδίᾳ, πάντων αὐτὸν ὑφορωμένων καὶ διαφυλαττόντων, ἐθορυβήθη· καὶ συναγαγὼν τοὺς ἡγεμόνας τοῦ στρατεύματος ἔφη Γάλβαν μὲν αὐτὸν εἶναι πρεσβύτην ἐπιεικῆ καὶ μέτριον, ἐλάχιστα δὲ τοῖς αὑτοῦ χρώμενον λογισμοῖς ὑπὸ Οὐινίου καὶ Λάκωνος οὐκ εὖ διοικεῖσθαι. πρὶν οὖν λαθεῖν αὐτοὺς ἣν ἔσχε Τιγελλῖνος ἰσχὺν ἐν τοῖς πράγμασι κτησαμένους,1 πεμπτέον εἶναι πρὸς τὸν ἡγεμόνα πρέσβεις ἀπὸ στρατοπέδου τοὺς διδάξοντας ὅτι τῶν φίλων δύο μόνους τούτους ἀποσκευασάμενος ἡδίων παρέσται πᾶσι καὶ ποθεινότερος.
因为宁菲狄乌斯刚等到格利阿努斯归来——此人曾被他派去在某种程度上刺探加尔巴的虚实——并得知科尔内利乌斯·拉科已被任命为近卫军与侍卫的长官,全部实权尽归维尼乌斯所有,而由于众人都戒备防范着他,他甚至从未有机会接近加尔巴或与他私下相见,便大为恐慌;于是他召集军队的将领,声称加尔巴本人虽然是一位温和得体的长者,但极少运用自己的思虑判断,正被维尼乌斯和拉科糟糕地操弄着。因此,在这两人不知不觉地获取昔日蒂盖利努斯在国政中所享有的权势之前,应当从军营向主帅派遣使者,向他陈明若能在友人之中仅将这二人斥退,他就会以更得人心、更受渴望的姿态出现在众人面前。
ἐπεὶ δὲ ταῦτα λέγων οὐκ ἔπειθεν, ἀλλʼ ἄτοπον ἐδόκει καὶ ἀλλόκοτον ἡγεμόνα πρεσβύτην, ὥσπερ ἄρτι γευόμενον ἐξουσίας μειράκιον, οἷς χρήσεται φίλοις ἢ μή, ῥυθμίζειν,2 ἑτέραν ὁδὸν τραπόμενος ἔγραφε τῷ Γάλβᾳ δεδιττόμενος, νῦν μὲν ὡς ὕπουλα καὶ μετέωρα πολλὰ τῆς πόλεως ἐχούσης, νῦν δὲ Κλώδιον Μάκρον ἐν Λιβύῃ τὰ σιτηγὰ κατέχειν, αὖθις δὲ παρακινεῖν τὰ Γερμανικὰ τάγματα, καὶ περὶ τῶν ἐν Συρίᾳ καὶ Ἰουδαίᾳ δυνάμεων ὅμοια πυνθάνεσθαι.
然而,当他说这番话未能说服众人——因为向一位年迈的统帅指手画脚、教他应当任用何人或不任用何人为友,仿佛他是一个初尝权力滋味的年轻后生一般,显得荒谬而乖谬——他便改弦更张,开始致信加尔巴加以恐吓,时而称城中包藏着诸多隐患与动荡,时而称利比亚的克洛狄乌斯·马塞尔扣留了运粮船只,又称日耳曼军团正蠢蠢欲动,并听说驻叙利亚与犹太的军队也有类似情形。
τοῦ δὲ Γάλβα μὴ πάνυ τὸν νοῦν προσέχοντος αὐτῷ μηδὲ πιστεύοντος ἔγνω προεπιχειρεῖν καίτοι Κλώδιος Κέλσος Ἀντιοχεύς, ἀνὴρ ἔμφρων, εὔνους δὲ ἐκείνῳ καὶ πιστός, ἀπηγόρευε, λέγων οὐκ ἂν οἴεσθαι μίαν ἐν Ῥώμῃ συνοικίαν Καίσαρα προσειπεῖν Νυμφίδιον. ἀλλὰ πολλοὶ κατεγέλων, καὶ Μιθριδάτης ὁ Ποντικὸς ἐπισκώπτων τὴν φαλακρότητα καὶ ῥυσσότητα τοῦ Γάλβα νῦν ἔφη τινὰ δοκεῖν εἶναι Ῥωμαίοις, ὀφθέντα δὲ φανεῖσθαι τῶν ἡμερῶν τούτων ἃς καλεῖται Καῖσαρ, ὄνειδος.3
但由于加尔巴根本不予理会,也毫不相信他,他遂决意先发制人;尽管安提阿人克洛狄乌斯·塞尔苏斯——一个明智且对他忠诚友善之人——竭力阻止他,声称自己认为罗马城没有哪一座租住公寓楼会尊奉宁菲狄乌斯为凯撒。但许多人却冷嘲热讽,本都的米特拉达梯讥笑加尔巴的光头与满脸皱纹,宣称如今他在罗马人眼中尚算个人物,可一旦露面,就会暴露出是对他被称为凯撒的这些时日的奇耻大辱。
- 13.2πρὶν οὖν λαθεῖν αὐτοὺς ἣν ἔσχε Τιγελλῖνος ἰσχὺν ἐν τοῖς πράγμασι κτησαμένους
连词 πρίν 引出不定式 λαθεῖν,其逻辑主语为宾格代词 αὐτούς(指维尼乌斯和拉科),补充性分词 κτησαμένους 与之在性数格上一致。此处系将典型的 λανθάνω + 分词结构(意为“在不知不觉中做某事”或“做某事未被人察觉”)嵌入 πρίν 结构中,意为“在二人暗中攫取权力未被众人察觉之前”。
- 13.3ἡγεμόνα πρεσβύτην, ὥσπερ ἄρτι γευόμενον ἐξουσίας μειράκιον, οἷς χρήσεται φίλοις ἢ μή, ῥυθμίζειν
非人称表达 ἄτοπον ἐδόκει καὶ ἀλλόκοτον 的真正主语不定式短语。及物不定式 ῥυθμίζειν(“规范、指责、摆布”)支配直接宾语 ἡγεμόνα πρεσβύτην(年迈统帅),间接疑问从句 οἷς χρήσεται φίλοις ἢ μή(“当以何人为友或不以何人为友”)限定其摆布的内容与范畴;ὥσπερ 引导的插入短语在宾格 μειράκιον 上形成与老统帅的鲜明对照。
- 13.4ὀφθέντα δὲ φανεῖσθαι τῶν ἡμερῶν τούτων ἃς καλεῖται Καῖσαρ, ὄνειδος
间接引语中依赖于 ἔφη 的宾格加不定式结构。不定式 φανεῖσθαι 的逻辑主语(加尔巴)在宾格中被省略,被动不定过去时分词 ὀφθέντα(“一旦被目击/一经露面”)作伴随情况状语,与该被省略的宾格主语一致。表语名词为中性名词 ὄνειδος(“耻辱”),属格词组 τῶν ἡμερῶν τούτων 连同其关系从句 ἃς καλεῖται Καῖσαρ 依附于 ὄνειδος,作关联或所属属格(“对他被称为凯撒的这些时日的耻辱”)。
