- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:9.1-9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
居鲁士与卡杜西人指挥官阿尔塔格耳塞斯展开单挑并将其击杀。鉴于色诺芬对居鲁士阵亡的叙述过于简略,作者提出将分别转述丁农与克特西亚斯的不同记载。
οἱ μὲν γὰρ Ἕλληνες ὅσον ἐβούλοντο τοὺς βαρβάρους ἐνίκων καὶ διώκοντες ἐπὶ πλεῖστον προῆλθον· Κύρῳ δὲ γενναῖον ἵππον, ἄστομον δὲ καὶ ὑβριστὴν ἐλαύνοντι, Πασακᾶν καλούμενον, ὡς Κτησίας φησίν, ἀντεξήλασεν ὁ Καδουσίων ἄρχων Ἀρταγέρσης μέγα βοῶν, ὦ τὸ κάλλιστον ἐν Πέρσαις ὄνομα Κύρου καταισχύνων, ἀδικώτατε ἀνδρῶν καὶ ἀφρονέστατε, κακοὺς μὲν Ἕλληνας ἔρχῃ κακὴν ὁδὸν ἄγων ἐπὶ τὰ Περσῶν ἀγαθά, δεσπότην δὲ σεαυτοῦ καὶ ἀδελφὸν ἐλπίζων ἀναιρήσειν, ὃς σοῦ μυριάκις μυρίους δούλους ἔχει κρείσσονας. αὐτίκα δὲ πειράσῃ· πρότερον γὰρ ἀπολεῖς ἐνταῦθα τὴν σεαυτοῦ κεφαλὴν ἢ θεάσασθαι τὸ βασιλέως πρόσωπον.1
希腊人尽其所愿地大败蛮族军队,并在追击中挺进极远;然而,当居鲁士正骑着一匹虽属良种却口硬难驯且烈性十足的战马(据克特西亚斯说叫作帕萨卡斯)奔驰时,卡杜西人的首领阿尔塔格耳塞斯大声呼喊着策马向他冲来: “玷污波斯人中最美好之居鲁士之名的人啊,最不义、最愚昧之徒!你率领恶劣的希腊人走上罪恶的道路,妄图夺取波斯的财富,更企图谋害你自己的主子和兄长,而他拥有万万名比你优越的臣仆。但你即刻就会尝到苦头,因为在见到国王的面容之前,你就要在此丢掉自己的头颅!”
ταῦτα εἰπὼν ἐξηκόντισεν ἐπʼ αὐτόν. ὁ δὲ θώραξ στερεῶς ἀντέσχε, καὶ οὐκ ἐτρώθη μὲν ὁ Κῦρος, ἐκραδάνθη δὲ τῆς πληγῆς ἰσχυρᾶς προσπεσούσης. ἀποστρέψαντος δὲ τὸν ἵππον τοῦ Ἀρταγέρσου βαλὼν ὁ Κῦρος ἔτυχε,2 καὶ διήλασε παρὰ τὴν κλεῖδα διὰ τοῦ τραχήλου τὴν αἰχμήν.
说罢,他向居鲁士掷出长矛。胸甲坚固地抵挡住了,居鲁士虽未受伤,却因承受了这沉重的一击而剧烈晃动。当阿尔塔格耳塞斯调转马头时,居鲁士掷矛击中了他,矛尖沿着锁骨直穿脖颈。
τὸν μὲν οὖν Ἀρταγέρσην ἀποθανεῖν ὑπὸ τοῦ Κύρου σχεδὸν ἅπαντες ὁμολογοῦσι· περὶ δὲ τῆς αὐτοῦ Κύρου τελευτῆς ἐπεὶ Ξενοφῶν ἁπλῶς καὶ συντόμως, ἅτε δὴ μὴ παρὼν αὐτός, εἶπεν, οὐδὲν ἴσως κωλύει τὰ Δείνωνος ἰδίᾳ καὶ πάλιν τὰ Κτησίου διελθεῖν.
阿尔塔格耳塞斯被居鲁士杀死,这几乎是所有人一致公认的;但关于居鲁士本人的死亡,既然色诺芬因未亲历现场而仅作了简略而短促的叙述,那么分别叙述丁农的记载以及克特西亚斯的记载,或许也未尝不可。
- 9.2πρότερον γὰρ ἀπολεῖς ἐνταῦθα τὴν σεαυτοῦ κεφαλὴν ἢ θεάσασθαι τὸ βασιλέως πρόσωπον
相关结构 πρότερον ... ἤ 与不定式 θεάσασθαι 连用,表示时间上的先后(“在……之前”,相当于 πρὶν ἤ 加不定式)。与将来时直陈式 ἀπολεῖς 呼应,果断预言在企图实现之前即会遭遇毁灭。
- 9.3βαλὼν ὁ Κῦρος ἔτυχε
补充分词结构,分词 βαλών 作动词 ἔτυχε(源自 τυγχάνω)的补足语。此处并非表示偶然发生(“恰好投中”),而是与表示投掷/瞄准的动词搭配,强调命中了目标(“投矛命中”)。
