- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:10.1-10.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
根据丁农的记述,居鲁士两次击落阿尔塔薛西斯国王,激怒了国王亲自迎战;居鲁士在交战中阵亡,其死因有人归于国王本人,亦有人归于一位卡里亚士兵。
φησὶν οὖν ὁ μὲν Δείνων ὅτι τοῦ Ἀρταγέρσου πεσόντος εἰσελάσας βιαίως ὁ Κῦρος εἰς τοὺς προτεταγμένους τοῦ βασιλέως κατέτρωσεν αὐτοῦ τὸν ἵππον, ὁ δὲ ἀπερρύη1 Τηριβάζου δὲ ἀναβαλόντος αὐτὸν ἐπʼ ἄλλον ἵππον ταχὺ καὶ εἰπόντος, ὦ βασιλεῦ, μέμνησο τῆς ἡμέρας ταύτης· οὐ γὰρ ἀξία λήθης ἐστί, πάλιν ὁ Κῦρος ἐνσείσας τῷ ἵππῳ κατέβαλε τὸν Ἀρτοξέρξην.
因此,丁农说,在阿尔塔格耳塞斯倒下之后,居鲁士猛烈冲入部署在国王前方的卫队,击伤了国王的战马,国王便滑落跌下;但梯里巴佐斯迅速将他扶上另一匹马并说道: “大王,请铭记这一天,因为这绝非值得遗忘之日。” 居鲁士再次驱马猛冲,击倒了阿尔托克塞尔克塞斯。
πρὸς δὲ τὴν τρίτην ἐπέλασιν δυσανασχετήσας ὁ βασιλεὺς, καὶ εἰπὼν πρὸς τοὺς παρόντας ὡς βέλτιόν ἐστι μὴ ζῆν, ἀντεξήλαυνε τῷ Κύρῳ προπετῶς καὶ ἀπερισκέπτως εἰς ἐναντία βέλη φερομένῳ. καὶ βάλλει μὲν αὐτὸς ἀκοντίῳ, βάλλουσι δὲ οἱ περὶ αὐτόν, πίπτει δὲ ὁ Κῦρος, ὡς μὲν ἔνιοι λέγουσι, πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δὲ ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος,2 ᾧ γέρας ἔδωκε τῆς πράξεως ταύτης ὁ βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν·3 καὶ γὰρ αὐτοὺς τοὺς Κᾶρας ἀλεκτρυόνας οἱ Πέρσαι διὰ τοὺς λόφους, οἷς κοσμοῦσι τὰ κράνη, προσηγόρευον.
国王对这第三次冲锋愤恨难耐,便对身旁的人说与其苟活不如死去,随后策马迎向居鲁士——此时居鲁士正鲁莽而轻率地顶着迎面而来的矢石向前猛冲。国王自己掷出标枪,他身边的人也纷纷掷击,居鲁士便倒下了;如某些人所言,他是被国王所击中;但又如另一些人所言,是一个卡里亚人将他击倒的。国王为此功绩赐予此人一项特权,让他在出征时始终将一只金公鸡挑在矛尖上走在队列的最前列;因为波斯人正是由于卡里亚人用以装饰头盔的羽冠,而将卡里亚人自己称作公鸡的。
- 10.1ὁ δὲ ἀπερρύη
ἀπερρύη 是 ἀπορρέω(滑落、跌落)的被动不定过去时第三人称单数。指示代词 ὁ 并非指代紧邻的名词 ἵππον(马),而是指代前面属格代词 αὐτοῦ 所指的对象,即“国王(阿尔塔薛西斯)”,整句意为“国王便(从马上)滑落倒地”。
- 10.3ὡς μὲν ἔνιοι λέγουσι, πληγεὶς ὑπὸ τοῦ βασιλέως, ὡς δὲ ἕτεροί τινες, Καρὸς ἀνθρώπου πατάξαντος
在对比助词 ὡς μὲν ... ὡς δὲ ... 引导下出现了句法上的不对称(variatio):前者使用与主语居鲁士(πίπτει ὁ Κῦρος)一致的主格分词 πληγεὶς,而后者则转换为独立属格结构(Καρὸς ἀνθρώπου πατάξαντος)。两处在语义上完全并列,列举了关于究竟是谁击杀居鲁士的不同异说。
- 10.3ᾧ γέρας ἔδωκε τῆς πράξεως ταύτης ὁ βασιλεὺς ἀλεκτρυόνα χρυσοῦν ἐπὶ δόρατος ἀεὶ πρὸ τῆς τάξεως ἐν ταῖς στρατείαις κομίζειν
关系代词 ᾧ 的先行词是前面的 Καρὸς ἀνθρώπου。不定式 κομίζειν 作为同位/解说性不定式,用以充实并解释名词 γέρας(特权、特赐的荣誉)的具体内容,即在远征中“始终在矛尖挑着金公鸡走在阵列最前列”的特权。
