- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:8.1-8.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者在肯定色诺芬对库纳克萨之战描写的生动精妙之余,严厉批评了不仅轻率涉险的居鲁士,更是指责克莱阿库斯因过度顾忌自身安全而违抗命令靠河布阵,最终坐失良机导致居鲁士败亡。
τὴν δὲ μάχην ἐκείνην πολλῶν μὲν ἀπηγγελκότων, Ξενοφῶντος δὲ μονονουχὶ δεικνύοντος ὄψει, καὶ τοῖς πράγμασιν, ὡς οὐ γεγενημένοις, ἀλλὰ γινομένοις, ἐφιστάντος ἀεὶ τὸν ἀκροατὴν ἐμπαθῆ καὶ συγκινδυνεύοντα διὰ Τὴν ἐνάργειαν, οὐκ ἔστι νοῦν ἔχοντος ἐπεξηγεῖσθαι,1 πλὴν ὅσα τῶν ἀξίων λόγου παρῆλθεν εἰπεῖν ἐκεῖνον.
关于那场战役,虽然已有许多人记载,而色诺芬更几乎是将它呈现在人们眼前,凭借其生动的叙述,使听众始终置身于事件之中,仿佛它们并非既往之事而是正在发生,让人感同身受、共担风险;因此,除他遗漏未述的值得称道之事外,明智之人不会再做详述。
ὁ μὲν οὖν τόπος, ἐν ᾧ παρετάξαντο, Κούναξα καλεῖται καὶ Βαβυλῶνος ἀπέχει σταδίους πεντακοσίους. Κῦρον δὲ πρὸ τῆς μάχης Κλεάρχου παρακαλοῦντος ἐξόπισθεν τῶν μαχομένων εἶναι καὶ μὴ κινδυνεύειν αὐτόν εἰπεῖν φασι, τί λέγεις, ὦ Κλέαρχε; σὺ κελεύεις με τὸν βασιλείας ὀρεγόμενον ἀνάξιον εἶναι βασιλείας;
他们布阵的地方叫作库纳克萨,距离巴比伦五百斯塔德。战前,当克莱阿库斯劝告居鲁士待在作战队伍后方而不要亲历危险时,据说居鲁士回答道: “克莱阿库斯,你在说什么?难道你让我这个图谋王位的人,表现得不配享有王位吗?”
ἁμαρτόντος δὲ Κύρου μέγα τῷ δῦναι προπετῶς εἰς μέσα τὰ δεινὰ καὶ μὴ φυλάξασθαι τὸν κίνδυνον, οὐχ ἧττον ἥμαρτεν, εἰ μὴ καὶ μᾶλλον, Κλέαρχος2 ἀντιτάξαι κατὰ τὸν βασιλέα μὴ θελήσας τοὺς Ἕλληνας, ἀλλὰ προσμίξας τῷ ποταμῷ τὸ δεξιόν, ὡς μὴ κυκλωθείη. τὴν γὰρ ἀσφάλειαν ἐξ ἅπαντος διώκοντα καὶ πλεῖστον λόγον ἔχοντα τοῦ μηδὲν παθεῖν οἴκοι μένειν ἦν κράτιστον.
然而,尽管居鲁士因冒失地冲入危难的核心而不防备危险犯下了大错,克莱阿库斯不愿把希腊军队部署在国王对面,反而让右翼紧贴河岸以防被包围,所犯之错并不比居鲁士小,甚或尤有过之。因为,如果他千方百计唯求安全,并把不受任何损伤置于首位,那么留在家里才是最妥善的。
ὁ δὲ μυρίους σταδίους ἀπὸ θαλάσσης ἐν ὅπλοις ἀναβεβηκώς μηδενὸς ἀναγκάζοντος, ἀλλʼ ὅπως Κῦρον εἰς τὸν θρόνον καθίσῃ τὸν βασίλειον, εἶτα περισκοπῶν χώραν καὶ τάξιν, οὐκ ἀφʼ ἧς σώσειε τὸν ἡγεμόνα καὶ μισθοδότην, ἀλλʼ ἐν τίνι θέμενος ἑαυτὸν ἀσφαλῶς μαχεῖται καθʼ ἡσυχίαν, ὅμοιος ἦν ὑπὸ δέους τῶν παρόντων ἐκβεβληκότι τοὺς περὶ τῶν ὅλων λογισμοὺς καὶ προιεμένῳ τὴν τῆς στρατείας ὑπόθεσιν.
可他未经任何人强迫,纯粹为了把居鲁士扶上王位,便全副武装自海边跋涉万斯塔德而来,随后却顾盼着寻找一处阵地和位次,不是为了能从那里拯救他的领袖与雇主,而是为了让自己置身其中便可安全而笃定地作战;他宛如一个因对眼前情势的畏惧而抛弃了对全盘大局的考量、放弃了这次远征初衷的人。
ὅτι γὰρ οὐδεὶς ἂν ὑπέμεινε τῶν τεταγμένων περὶ βασιλέα τοὺς Ἕλληνας ἐμπεσόντας, ὠσθέντων δʼ ἐκείνων καὶ βασιλέως φυγόντος ἢ πεσόντος ὑπῆρχε Κύρῳ νικῶντι σῴζεσθαι καὶ βασιλεύειν, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. διὸ Τὴν Κλεάρχου μᾶλλον εὐλάβειαν ἢ τὸ τὸν Κύρου θράσος αἰτιατέον ὡς τὰ πράγματα καὶ Κῦρον ἀπολέσασαν.
因为从实际发生的事态来看显而易见:部署在国王周围的人,绝无一人能抵挡得住希腊人的冲击;而一旦那些人被击溃、国王逃窜或战死,居鲁士便必然能在胜利中保全自身并登基称王。因此,导致大局与居鲁士覆灭的责任,应当更多地归咎于克莱阿库斯的谨慎,而非居鲁士的鲁莽。
εἰ γὰρ αὐτὸς ἐσκόπει βασιλεύς ὅπου τάξας τοὺς Ἕλληνας ἀβλαβεστάτοις χρήσεται πολεμίοις, οὐκ ἂν ἑτέραν ἐξεῦρεν ἢ Τὴν ἀπωτάτω χώραν ἑαυτοῦ καὶ τῶν περὶ ἑαυτόν, ἀφʼ ἧς οὔτε νικηθεὶς αὐτὸς ᾔσθετο καὶ Κῦρος ἔφθη κατακοπεὶς ἢ χρησάμενός τι τῇ Κλεάρχου νίκῃ.3
试问倘若国王本人考量把希腊人安置在何处才能让他们成为危害最小的敌人,他也断不可能找到距离自己和近侍最远之处以外的其他阵地了;从那里,国王自己既未察觉已经战败,而居鲁士还没来得及从克莱阿库斯的胜利中获得任何好处,便已被斩杀了。
καίτοι Κῦρος τὸ συμφέρον οὐκ ἠγνόησεν, ἀλλʼ ἐκεῖ Κλέαρχον ἐκέλευε τάττεσθαι κατὰ μέσον, ὁ δʼ αὑτῷ μέλειν εἰπὼν ὅπως ἕξει κάλλιστα, τὸ πᾶν διέφθειρεν.
况且居鲁士并非不知利害所在,而是命令克莱阿库斯在那里于中路布阵;克莱阿库斯却回答说他自己会妥善处理以求最好,最终败坏了全盘大局。
- 8.1οὐκ ἔστι νοῦν ἔχοντος ἐπεξηγεῖσθαι
分词所有格 νοῦν ἔχοντος 与非人称动词 ἔστι 连用,构成表示特征、本分或适宜性的表语性属格,不定式 ἐπεξηγεῖσθαι 为其语法主语,整句意为“详细记述并非明智之人所当为之事”。
- 8.3οὐχ ἧττον ἥμαρτεν, εἰ μὴ καὶ μᾶλλον, Κλέαρχος
带有插入条件句 εἰ μὴ καὶ μᾶλλον(“即便不是更多的话”)的惯用比较结构。全句主语为置于句末强调的 Κλέαρχος,意为“克莱阿库斯所犯的错误绝不比居鲁士小,甚或尤有过之”。
- 8.6ἀφʼ ἧς οὔτε νικηθεὶς αὐτὸς ᾔσθετο καὶ Κῦρος ἔφθη κατακοπεὶς ἢ χρησάμενός τι τῇ Κλεάρχου νίκῃ
在关系代词引出的从句中,οὔτε 与 καί 构成呼应。后半部分采用动词 φθάνω 搭配分词 κατακοπείς,并通过连词 ἤ 连接平行分词 χρησάμενος,表时间上的先行:“居鲁士还来不及从克莱阿库斯的胜利中获得任何好处,便已先被斩杀”(其语义等同于 πρίν 引导的不定式从句)。
