- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:7.1-7.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔塔薛西斯国王原本被传避战消极,经特里巴佐斯进言劝谏后率大军疾速进发,其突然出现使轻敌的居鲁士军陷入慌乱,并以严整军纪推进及配置镰刀战车对抗希腊人。
Κύρῳ δὲ προσιόντι φῆμαι καὶ λόγοι προσέπιπτον, ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς χεῖρας αὐτῷ σπεύδοντος, ἀλλʼ ἐν Πέρσαις ὑπομένειν1 ἄχρι ἂν αἱ δυνάμεις ἐκεῖ πανταχόθεν συνέλθωσι. καὶ γὰρ τάφρον εὖρος ὀργυιῶν δέκα καὶ βάθος ἴσων ἐπὶ σταδίους διὰ τοῦ πεδίου τετρακοσίους ἐνέβαλε· καὶ ταύτης τε περιεῖδε τὸν Κῦρον ἐντὸς παρελθόντα καὶ Βαβυλῶνος αὐτῆς οὐ μακρὰν γενόμενον.
当居鲁士进军时,风声与传闻纷至沓来,称国王尚未下定决心立即开战,也不急于与他兵刃相交,而是留在波斯本土,直到各处军队在那里汇集完毕。因为国王确实命人在平原上开凿了一道长达四百斯塔德、宽十寻且深亦十寻的壕沟;然而他却听任居鲁士越入壕内,进抵离巴比伦本城不远处。
Τηριβάζου δέ, ὥς φασι, πρώτου τολμήσαντος εἰπεῖν ὡς οὐ δεῖ φυγομαχεῖν οὐδὲ Μηδίας ἐκστάντα καὶ Βαβυλῶνος ἅμα καὶ Σούσων ἐνδύεσθαι τῇ Περσίδι, πολλαπλασίαν μὲν ἔχοντα δύναμιν τῶν πολεμίων, μυρίους δὲ σατράπας καὶ στρατηγούς Κύρου καὶ φρονεῖν καὶ μάχεσθαι βελτίονας, ὥρμησε διαγωνίσασθαι2 τὴν ταχίστην.
但是据说,特里巴佐斯最先大胆进言,认为国王绝不应避战遁逃,也不应弃绝米底亚、巴比伦以及苏萨而缩入波斯本土,尤其是他拥有数倍于敌军的兵力,并且拥有万千名在谋略和作战上皆胜过居鲁士的省督与将领;国王这才急遽出动,要在最快时间内决一雌雄。
καὶ τὸ μὲν πρῶτον ἐξαίφνης καταφανεὶς ἐνενήκοντα μυριάσι στρατοῦ διακεκοσμημέναις λαμπρῶς, τοὺς πολεμίους ἀσυντάκτους καὶ ἀνόπλους διὰ τὸ θαρρεῖν καὶ καταφρονεῖν ὁδοιποροῦντας ἐξέπληξε καὶ συνετάραξεν, ὥστε σὺν θορύβῳ καὶ βοῇ πολλῇ μόλις εἰς τάξιν καθίστασθαι τὸν Κῦρον· ἔπειτα σιγῇ καὶ σχέδην ἐπάγων θαῦμα τοῖς Ἕλλησι τῆς εὐταξίας παρεῖχε, κραυγὰς ἀτάκτους καὶ σκιρτήματα καὶ πολὺν τάραχον αὐτῶν καὶ διασπασμὸν ἐν πλήθει τοσούτῳ προσδεχομένοις.
起初,他率领九十万整肃一新的大军骤然现身,敌军由于自负与轻敌正散漫不整、未披甲械地行军,他使之震惊大乱,以致居鲁士在巨大的喧嚷与呼喊中才勉强布好阵势;接着,他命大军静默而徐徐推进,其严整的纪律令希腊人惊叹不已,因为希腊人原本预料在如此庞大的兵马中必然会出现杂乱的叫嚷、跳掷以及巨大的骚乱和离析。
εὖ δὲ καὶ κατὰ τοὺς Ἕλληνας ἀντέταξε τῶν δρεπανηφόρων τὰ ῥωμαλεώτατα πρὸ τῆς ἑαυτοῦ φάλαγγος, ὡς πρὶν ἐν χερσὶ γενέσθαι διακόψοντα3 τὰς τάξεις βίᾳ τῆς εἰσελάσεως.
而且国王在面对希腊人的一侧,也巧妙地在自己方阵前部署了最强悍的大镰刀战车,意图在双方短兵相接之前,便凭借其冲锋的力量斩断敌军的阵列。
- 7.1ὡς οὐ μάχεσθαι βασιλέως εὐθὺς ἐγνωκότος οὐδὲ συνδραμεῖν εἰς χεῖρας αὐτῷ σπεύδοντος, ἀλλʼ ἐν Πέρσαις ὑπομένειν
连词 ὡς 之后接独立属格结构(βασιλέως ... ἐγνωκότος οὐδὲ ... σπεύδοντος),其中不定式 μάχεσθαι 与 συνδραμεῖν 分别受分词 ἐγνωκότος 与 σπεύδοντος 支配作补充不定式,后半的 ἀλλʼ ... ὑπομένειν 同样受 ἐγνωκότος 支配(亦可理解为转入间接引语的不定式)。在语义上,它整体充当传闻(φῆμαι καὶ λόγοι)的内容,即国王决意暂不交战、退守波斯本土。
- 7.2Τηριβάζου δέ, ὥς φασι, πρώτου τολμήσαντος εἰπεῖν ... ὥρμησε διαγωνίσασθαι
句首的独立属格(Τηριβάζου ... πρώτου τολμήσαντος εἰπεῖν)交代了缘由与契机,其后嵌入了间接引语从句(ὡς οὐ δεῖ...)与分词短语(ἔχοντα...),最终落到主句谓语动词 ὥρμησε 上(主语承前指国王阿尔塔薛西斯)。句首的独立属格与主句谓语动词之间相隔甚远。
- 7.4ὡς πρὶν ἐν χερσὶ γενέσθαι διακόψοντα
小词 ὡς 与将来时分词 διακόψοντα(修饰宾语中性复数 τὰ ῥωμαλεώτατα)连用,表示动作主体的意图或目的(“打算切断……”)。分词前嵌入了 πρὶν 加不定式(ἐν χερσὶ γενέσθαι,“在短兵相接之前”)构成的状语短语。
