← 普鲁塔克

阿尔塔薛西斯传

§6.1-6.6

居鲁士举兵进军与帕吕萨蒂丝和斯塔泰拉的矛盾

小居鲁士自夸勇毅并广召兵马,在斯巴达的支持下进军反叛其兄王。王宫因此大乱,太后帕吕萨蒂丝与王后斯塔泰拉的矛盾激化,致使帕吕萨蒂丝密谋毒杀斯塔泰拉。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

τὸν μέντοι Κῦρον οἱ νεωτερισταὶ καὶ πολυπράγμονες ὡς λαμπρὸν ἄνδρα τῇ ψυχῇ καὶ πολεμικὸν διαφερόντως καὶ φιλέταιρον ᾤοντο τὰ πράγματα ποθεῖν,1 καὶ τὸ μέγεθος τῆς ἡγεμονίας βασιλέως δεῖσθαι φρόνημα καὶ φιλοτιμίαν ἔχοντος.

然而,那些图谋变乱和喜好生事之人认为,居鲁士为人志气豪爽,尤好战事且笃于友情,国势正需要他,而帝国的庞大规模也正需要一位具有高迈志气与抱负的国王。

§6.2

οὐχ ἧττον οὖν τοῖς ἄνω πιστεύων ὁ Κῦρος ἢ τοῖς περὶ αὑτόν ἐπεχείρει τῷ πολέμῳ· καὶ Λακεδαιμονίοις ἔγραφε παρακαλῶν βοηθεῖν καὶ συνεκπέμπειν ἄνδρας, οἷς ἔφη δώσειν, ἂν μὲν πεζοὶ παρῶσιν, ἵππους, ἂν δὲ ἱππεῖς, συνωρίδας· ἐὰν δʼ ἀγροὺς ἔχωσι, κώμας· ἐὰν δὲ κώμας, πόλεις· μισθοῦ δὲ τοῖς στρατευομένοις οὐκ ἀριθμόν, ἀλλὰ μέτρον ἔσεσθαι.2

因此,居鲁士依靠内陆高地之人并不亚于依靠身旁之士,便着手发动战争;他致信拉刻代蒙人,恳请他们派兵相助,并宣称:若有人步从,便赐予马匹;若是骑兵,便赐以双套马车;若拥田产,便赐以村落;若有村落,便赏以城池;而对于从军征战之人,其饷银将非论数计,而是以斗斛量之。

§6.3

μεγαληγορῶν δὲ περὶ αὑτοῦ πολλά καὶ καρδίαν ἔφη τοῦ ἀδελφοῦ φορεῖν βαρυτέραν καὶ φιλοσοφεῖν μᾶλλον καὶ μαγεύειν βέλτιον, οἶνον δὲ πλείονα πίνειν καὶ φέρειν ἐκεῖνον δὲ ὑπὸ δειλίας καὶ μαλακίας ἐν μὲν τοῖς κυνηγεσίοις μηδὲ ἐφʼ ἵππου, ἐν δὲ τοῖς κινδύνοις μηδὲ ἐπὶ τοῦ θρόνου καθῆσθαι. Λακεδαιμόνιοι μὲν οὖν σκυτάλην πρὸς Κλέαρχον ἀπέστειλαν ὑπηρετεῖν Κύρῳ πάντα κελεύοντες.

他更是对自己夸夸其谈,声称自己比兄长胸襟更加刚毅,更懂哲学,更通巫术秘法,饮酒更多亦更能承受;而他的兄长生性怯懦柔弱,狩猎时甚至不能跨坐马背,危难之际甚至无法安坐王位。于是拉刻代蒙人派人向克利阿耳科斯送去密码信牌,命令他一切遵从居鲁士的调遣。

§6.4

ὁ δὲ Κῦρος ἀνέβαινεν ἐπὶ βασιλέα βαρβαρικήν τε πολλὴν ἔχων δύναμιν καὶ μισθοφόρους Ἕλληνας ὀλίγῳ τρισχιλίων καὶ μυρίων ἀποδέοντας, ἄλλας ἐπʼ ἄλλαις ποιούμενος προφάσεις τῆς στρατείας. οὐ μὴν ἔλαθέ γε εἰς πολὺν χρόνον, ἀλλʼ ἧκε βασιλεῖ Τισαφέρνης αὐτάγγελος· καὶ πολὺς θόρυβος εἶχε τὰ βασίλεια, τῆς τε Παρυσάτιδος τὴν πλείστην αἰτίαν τοῦ πολέμου φερομένης, καὶ τῶν φίλων αὐτῆς ἐν ὑποψίαις ὄντων καὶ διαβολαῖς.

居鲁士遂率领大批异族军队以及略少于一万三千人的希腊雇佣军挥师进逼国王,途中不断为这次远征捏造种种借口。然而,此事并未能隐瞒多久,蒂萨费内斯亲自充当使者向国王飞报消息;王宫陷入一片大混乱之中,帕吕萨蒂丝承担了这场战争的主要责任,她的亲朋好友也陷入嫌疑与谗害之中。

§6.5

μάλιστα δὲ ἠνία τὴν Παρύσατιν ἡ Στάτειρα τῷ πολέμῳ περιπαθοῦσα καὶ βοῶσα, ποῦ νῦν αἱ πίστεις ἐκεῖναι; ποῦ δὲ αἱ δεήσεις, αἷς ἐξελομένη τὸν ἐπιβουλεύσαντα τῷ ἀδελφῷ πολέμου καὶ κακῶν ἐμπέπληκας ἡμᾶς; ἐκ δὴ τούτων μισοῦσα τὴν Στάτειραν ἡ Παρύσατις, καὶ φύσει βαρύθυμος οὖσα καὶ βάρβαρος ἐν ὀργαῖς καὶ μνησικακίαις, ἐπεβούλευεν αὐτὴν ἀνελεῖν.

其中斯塔泰拉因战事而痛心疾首,大声疾呼,尤令帕吕萨蒂丝苦恼: “如今当年的那些誓言安在?你当年借以救下那阴谋加害兄弟之人的哀告又在何处?你如今却让我们深陷战争与浩劫!” 因这些缘故,帕吕萨蒂丝深恨斯塔泰拉,且她生性阴沉暴躁,发起怒来、记起仇来残酷无情,遂密谋将其置于死地。

§6.6

ἐπεὶ δὲ Δείνων μὲν ἐν τῷ πολέμῳ συντελεσθῆναι τὴν ἐπιβουλὴν εἴρηκε, Κτησίας δὲ ὕστερον, ὃν οὔτε ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι παρόντα ταῖς πράξεσιν, οὔτε ἑκὼν αἰτίαν εἶχεν ἐκ τοῦ χρόνου μεταστῆσαι τὸ ἔργον, ὡς ἐπράχθη διηγούμενος,3 οἷα πάσχει πολλάκις ὁ λόγος αὐτοῦ πρὸς τὸ μυθῶδες καὶ δραματικὸν ἐκτρεπόμενος τῆς ἀληθείας, τοῦτο μὲν ἣν ἐκεῖνος ἀπέδωκε χώραν ἕξει.

然而,狄农声称这场阴谋是在战时完成的,而克特西亚斯则说是在战后;克特西亚斯亲历其事,既不可能不知道具体时日,又没有理由在据实叙述之际故意移易事件的时间(他的叙述在偏离真实而转向神怪与戏剧性时,往往会出现这类情况);因此,此事且容留待他在其叙述中所指派的位置再行交代。

语法注3 条
  1. 6.1τὸν μέντοι Κῦρον οἱ νεωτερισταὶ καὶ πολυπράγμονες ... ᾤοντο τὰ πράγματα ποθεῖν

    置于句首的宾格 τὸν μέντοι Κῦρον 是不定式 ποθεῖν 的直接宾语前置(先取构文/超步法)。跟随在 ᾤοντο 之后的不定式短语的宾格主语(不定式动作的逻辑主语)是中性复数名词 τὰ πράγματα(政局、局势),意即“时局需要居鲁士”。

  2. 6.2μισθοῦ δὲ τοῖς στρατευομένοις οὐκ ἀριθμόν, ἀλλὰ μέτρον ἔσεσθαι

    短语 οὐκ ἀριθμόν, ἀλλὰ μέτρον(“非计其数,乃量其斛”)是一种夸张的对照修辞,意指军饷数额极其庞大,以至于不能一枚一枚数清,而必须像量谷物一样用器具来计量。属格 μισθοῦ 表限定(“关于报酬”)。

  3. 6.6ὃν οὔτε ἀγνοεῖν τὸν χρόνον εἰκός ἐστι παρόντα ταῖς πράξεσιν, οὔτε ἑκὼν αἰτίαν εἶχεν ἐκ τοῦ χρόνου μεταστῆσαι τὸ ἔργον, ὡς ἐπράχθη διηγούμενος

    关系代词 ὃν 指先行词克特西亚斯(Κτησίας),作为非人称结构 εἰκός ἐστι 下的不定式 ἀγνοεῖν 的宾格主语;παρόντα ταῖς πράξεσιν 是与其保持一致的宾格分词(“因他亲历其事”)。在后半句 οὔτε ἑκὼν αἰτίαν εἶχεν... 中,主语转为主格的克特西亚斯(结合第3人称单数动词 εἶχεν),而 ὡς ἐπράχθη διηγούμενος 则是与之修饰一致的主格分词(“当叙述事件如何发生时”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:6.1-6.6