← 普鲁塔克

阿尔塔薛西斯传

§5.1-5.3

阿尔塔薛西斯与王后斯塔泰拉的宽宏与亲民

阿尔塔薛西斯以宽宏机智对待献水的穷农、出言不逊的斯巴达人以及举止荒诞的特里巴祖斯,破例邀兄弟同席,王后斯塔泰拉亦因亲民而深受大众爱戴。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

ἐπεὶ δὲ ἄλλων ἄλλα προσφερόντων καθʼ ὁδὸν αὐτουργὸς ἄνθρωπος οὐδὲν ἐπὶ καιροῦ φθάσας εὑρεῖν τῷ ποταμῷ προσέδραμε καὶ ταῖν χεροῖν ὑπολαβὼν τοῦ ὕδατος1 προσήνεγκεν, ἡσθεὶς ὁ Ἀρτοξέρξης φιάλην ἔπεμψεν αὐτῷ χρυσῆν καὶ χιλίους δαρεικούς. Εὐκλείδᾳ δὲ τῷ Λάκωνι, πολλὰ παρρησιαζομένῳ πρὸς αὐτὸν αὐθαδῶς, ἐκέλευσεν εἰπεῖν τὸν χιλίαρχον ὅτι σοὶ μὲν ἔξεστιν εἰπεῖν ἃ βούλει, ἐμοὶ δὲ καὶ λέγειν καὶ ποιεῖν.

沿途众人各献各物之际,有个自耕农因未能及时找到任何奉献之物,便奔至河边,用双手捧了些水进献上来;阿尔塔薛西斯甚为欢喜,赏赐他一只金杯和一千大流克金币。对于那位肆无忌惮地对他大放厥词的拉哥尼亚人欧克利达斯,国王则命千夫长转告他说: “你有说你想说之话的自由,但我不仅有说话之权,更有行事之权。”

§5.2

ἐν δὲ θήρᾳ τινὶ Τηριβάζου δείξαντος αὐτῷ τόν κάνδυν ἐσχισμένον, ἠρώτησεν ὅ τι δεῖ ποιεῖν. ἐκείνου δὲ εἰπόντος, ἄλλον αὐτὸς ἔνδυσαι, τοῦτον δὲ ἐμοὶ δός, οὕτως ἐποίησεν, εἰπών, δίδωμι μὲν, ὦ Τηρίβαζε, σοὶ τοῦτον, φορεῖν δὲ ἀπαγορεύω. τοῦ δὲ Τηριβάζου μὴ φροντίσαντος ἦν γὰρ οὐ πονηρός, ὑπόκουφος δὲ καὶ παράφορος, ἀλλὰ τόν τε κάνδυν εὐθὺς ἐκεῖνον ἐνδύντος καὶ δέραια χρυσᾶ καὶ γυναικεῖα τῶν βασιλικῶν περιθεμένου, πάντες μὲν ἠγανάκτουν οὐ γὰρ ἐξῆν, ὁ μέντοι βασιλεὺς κατεγέλασε καὶ εἶπε· δίδωμί σοι καὶ τὰ χρυσία φορεῖν ὡς γυναικὶ καὶ τὴν στολὴν ὡς μαινομένῳ.

在一次狩猎中,特里巴祖斯向他指出他的斗篷破裂了,国王便问该当如何。特里巴祖斯答道: “您自己换上一件,把这件赏给我罢。” 国王照办了,并说道: “特里巴祖斯啊,我把这件赏赐给你,但不许你穿戴。” 然而特里巴祖斯并未放在心上——他并非品行不端,只是为人轻浮且荒唐——竟当即穿上了那件斗篷,并戴上了王室专用的女子黄金项饰,众人都大为愤慨,因为这是非法的;然而国王却大笑说道: “我准许你像个妇人一样穿戴那些金饰,也像个疯子一样披戴这件袍服。”

§5.3

τραπέζης δὲ τῆς αὐτῆς μηδενὸς μετέχοντος ἀλλʼ ἢ2 μητρὸς βασιλέως ἢ γαμετῆς γυναικός, καθεζομένων τῆς μὲν ὑπʼ αὐτόν, τῆς δὲ μητρὸς ὑπὲρ αὐτόν, Ἀρτοξέρξης καὶ τοὺς ἀδελφοὺς ἐπὶ τὴν αὐτὴν ἐκάλει τράπεζαν, Ὀστάνην καὶ Ὀξάθρην, νεωτέρους ὄντας, ἐν δὲ τοῖς μάλιστα3 κεχαρισμένην ὄψιν παρεῖχε τοῖς Πέρσαις ἡ τῆς γυναικὸς Στατείρας ἁρμάμαξα γυμνὴ τῶν παραπετασμάτων ἀεὶ προφερομένη καὶ διδοῦσα ταῖς δημότισιν ἀσπάσασθαί αὐτὴν καὶ προσελθεῖν, ὅθεν ἠγαπᾶτο τοῖς πολλοῖς ἡ βασίλεια.

除了国王的母亲或结发之妻外,向来无人得与国王同席共餐,妻子坐于他席位之下,母亲则坐于之上;然而阿尔塔薛西斯却将年轻的两位兄弟奥斯塔内斯与奥克萨特雷斯也召至同席。而让波斯人尤感悦目的景象,则是王妻斯塔泰拉的辎车行进时总不挂帷幕,任由平民妇女前去问候并接近她,王后由此深得大众爱戴。

语法注3 条
  1. 5.1τοῦ ὕδατος

    作分词 ὑπολαβών 宾语的“部分属格”(partitive genitive),意为“捧取了些许水”,表示取水之一部分而非全部。

  2. 5.3ἀλλʼ ἢ

    与否定词 μηδενός 呼应使用的习语(ἀλλὰ ἤ),表示排除,意为“除……之外(再无别人)”。

  3. 5.3ἐν δὲ τοῖς μάλιστα

    与最高级 μάλιστα 连用的固定成语,意为“尤甚”“最为”,作为状语短语修饰整句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:5.1-5.3