← 普鲁塔克

阿尔塔薛西斯传

§4.1-4.4

居鲁士募兵与阿尔塔薛西斯的宽厚性情

本段驳斥了居鲁士因用度匮乏而叛变的说法,指出其依仗母亲与财富暗中招募雇佣兵,同时描绘了阿尔塔薛西斯王宽厚亲和、珍惜哪怕极微小进献的性情。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

ἔνιοι δέ φασιν οὐκ ἀρκούμενον οἷς ἐλάμβανεν εἰς τὸ καθʼ ἡμέραν δεῖπνον ἀποστῆναι βασιλέως, εὐήθη λέγοντες, εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε,1 χρῆσθαι καὶ λαμβάνειν ὅσα βούλοιτο τῶν αὑτῆς παρέχουσα καὶ διδοῦσα, μαρτυρεῖ δὲ τῷ πλούτῳ καὶ τὸ μισθοφορικόν πολλαχόθι διὰ τῶν φίλων καὶ ξένων αὐτῷ παρατρεφόμενον, ὡς Ξενοφῶν εἴρηκεν. ἀθρόους μὲν γὰρ οὐ συνήγαγεν, ἔτι τὴν παρασκευὴν ἐπικρυπτόμενος, ἀλλαχόθι δὲ ἄλλους ἐπὶ πολλαῖς προφάσεσι ξενολογοῦντας εἶχε.

有人说居鲁士反叛国王是因为不满自己每日膳食所得的配给,这纯属妄言;因为即便没有别的来源,至少还有母亲在,愿意提供并给予她自己的财产,任他随意取用;而正如色诺芬所言,居鲁士通过朋友与宾客在各地为他暗中供养的雇佣军,也证明了他的富有。因为他当时仍在隐匿备战,并未将雇佣军集结于一处,而是在不同地方让不同的人以种种借口招募雇佣兵。

§4.2

βασιλέως δὲ ἥ τε μήτηρ παροῦσα τὰς ὑποψίας ἀφῄρει, καὶ Κῦρος αὐτὸς ἀεὶ θεραπευτικῶς ἔγραφε, τὰ μὲν αἰτούμενος παρʼ αὐτοῦ, τὰ δὲ Τισαφέρνους ἀντικατηγορῶν, ὡς δὴ πρὸς ἐκεῖνον αὐτῷ ζήλου καὶ ἀγῶνος ὄντος.2

在国王身边,母亲在场替他消除了疑虑,居鲁士自己也始终措辞恭顺地上书,时而向国王提出请求,时而反戈控告蒂萨斐尼,装得仿佛自己的竞争与纷争全然是针对那个人一样。

§4.3

ἦν δέ τις καὶ μέλλησις ἐν τῇ φύσει τοῦ βασιλέως, ἐπιείκεια φαινομένη τοῖς πολλοῖς. ἐν ἀρχῇ δὲ καὶ πάνυ ζηλοῦν ἔδοξε τὴν Ἀρτοξέρξου τοῦ ὁμωνύμου πραότητα, ἡδίω τε ἑαυτὸν παρέχων ἐντυγχάνεσθαι, καὶ περὶ τὸ τιμᾶν καὶ χαρίζεσθαι τὸ κατʼ ἀξίαν ὑπερβάλλων, κολάσεως δὲ πάσης ἀφαιρῶν τὸ ἐφυβρίζον καὶ ἡδόμενον, ἐν δὲ τῷ δέχεσθαι χάριτας οὐχ ἧττον τοῖς διδοῦσιν ἢ τοῖς λαμβάνουσιν ἐν τῷ διδόναι φαινόμενος εὔχαρις καὶ φιλάνθρωπος.

国王的性格中也有一种迟缓,这在大众眼中看来便是温和宽宏。即位之初,他显得极力效仿同名的阿尔塔薛西斯之温厚,使自己更易于亲近,在褒奖与施恩方面超出应得之分,在施加惩戒时除去一切侮慢与报复的快意,在接受恩情时对赠予者所表现出的亲切与仁厚,丝毫不亚于施予受领者时的恩德。

§4.4

οὐδὲν γὰρ ἦν οὕτως μικρόν τι τῶν διδομένων ὃ μὴ προσεδέξατο προθύμως, ἀλλὰ καὶ ῥόαν μίαν ὑπερφυῆ μεγέθει προσενέγκαντος Ὠμίσου τινὸς αὐτῷ, νὴ τὸν Μίθραν, εἶπεν, οὗτος ὁ ἀνὴρ καὶ πόλιν ἂν ἐκ μικρᾶς ταχὺ ποιήσειε μεγάλην πιστευθείς.3

因为在进献之物中,绝无微小到他不欣然接纳之物;甚至在一位名叫奥米塞斯的人向他献上一颗奇大无比的石榴时,“凭着密特拉起誓,”他说,“此人若获信任,哪怕是一座城邑,他也很快能使其由小变大。”

语法注3 条
  1. 4.1εἰ γὰρ ἄλλο μηδέν, ἀλλὰ ἡ μήτηρ ὑπῆρχε

    在紧接省略动词的假设句 εἰ ἄλλο μηδέν(“即便没有其他任何东西”)之后,主句中的 ἀλλά 用作补偿性连词(“至少”、“无论如何”),引出“母亲尚在”这一有力事实。

  2. 4.2ὡς δὴ πρὸς ἐκεῖνον αὐτῷ ζήλου καὶ ἀγῶνος ὄντος

    属格独立结构前置 ὡς 表述主观声称或借口(“仿佛……”),小辞 δή 则进一步强调这种表面伪装的虚妄色彩。

  3. 4.4πιστευθείς

    此被动分词充当条件从句(相当于 εἰ πιστευθείη),与主句的潜势祈愿式 ἂν ποιήσειε 搭配,表假设:“假若被委以重任/受到信任”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:4.1-4.4