- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:3.1-3.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔塔薛西斯在帕萨尔加代举行即位仪式时,蒂萨斐尼等人告发居鲁士企图行刺,但在母亲帕律萨梯丝的苦苦哀求下,居鲁士免于一死,被遣回任地,却因此怀抱更大的怒火觊觎王位。
ὀλίγῳ δʼ ὕστερον ἢ τελευτῆσαι Δαρεῖον ἐξήλασεν εἰς Πασαργάδας ὁ βασιλεύς, ὅπως τελεσθείη τὴν βασιλικὴν τελετὴν1 ὑπὸ τῶν ἐν Πέρσαις ἱερέων, ἔστι δὲ θεᾶς πολεμικῆς ἱερόν, ἣν Ἀθηνᾶν ἂν τις εἰκάσειεν.
在大流士去世后不久,国王便前往帕萨尔加代,以便由波斯的祭司们为他举行王室加冕之礼。那里有一座好战女神的神庙,人们或可将其比作雅典娜。
εἰς τοῦτο δεῖ τὸν τελούμενον παρελθόντα τὴν μὲν ἰδίαν ἀποθέσθαι στολήν, ἀναλαβεῖν δὲ ἣν Κῦρος ὁ παλαιὸς ἐφόρει πρὶν ἢ βασιλεὺς γενέσθαι, καὶ σύκων παλάθης ἐμφαγόντα τερμίνθου κατατραγεῖν καὶ ποτήριον ἐκπιεῖν ὀξυγάλακτος. εἰ δὲ πρὸς τούτοις ἕτερʼ ἄττα δρῶσιν, ἄδηλόν ἐστι τοῖς ἄλλοις.
受礼者必须进入这神殿,脱下自己的袍服,穿上老居鲁士在登基称王之前所穿的衣服,吃下一块无花果干饼,咀嚼笃耨香树叶,并喝下一杯酸奶。此外他们是否还做其他什么事,外界的人并不知晓。
ταῦτα δρᾶν Ἀρτοξέρξου μέλλοντος ἀφίκετο Τισαφέρνης πρὸς αὐτόν ἄγων ἕνα τῶν ἱερέων, ὃς ἐν παισὶ Κύρου τῆς νομιζομένης ἀγωγῆς ἐπιστάτης γενόμενος καὶ διδάξας μαγεύειν αὐτόν οὐδενὸς ἧττον ἐδόκει Περσῶν ἀνιᾶσθαι μὴ ἀποδειχθέντος ἐκείνου βασιλέως διὸ καὶ πίστιν ἔσχε κατηγορῶν Κύρου.
阿尔塔薛西斯正要举行这些仪式时,蒂萨斐尼带着一名祭司来到他面前。这名祭司曾在居鲁士童年时担任其定制规训的督导,并教导过他祭司的秘术;居鲁士未能被立为王,他显得比任何波斯人都更为痛惜,因此他在控告居鲁士时赢得了信任。
κατηγόρει δὲ ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν,2 οἱ μὲν ἐκ ταύτης τῆς διαβολῆς τὴν σύλληψιν γενέσθαι φασίν, οἱ δὲ καὶ παρελθεῖν τὸν Κῦρον εἰς τὸ ἱερὸν καὶ παραδοθῆναι κρυπτόμενον ὑπὸ τοῦ ἱερέως.
他控告说,居鲁士打算埋伏在神庙中,一旦国王脱下衣袍,就袭击并杀死他。有人说逮捕正是由这番谗言引起的,但也有人说居鲁士实际上潜入了神庙,在藏身之处被那名祭司告发交付。
μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν ἡ μήτηρ περισχοῦσα ταῖς ἀγκάλαις καὶ τοῖς βοστρύχοις περιελίξασα καὶ συλλαβοῦσα τὸν ἐκείνου τράχηλον πρὸς τὸν αὑτῆς, ὀδυρομένη πολλὰ καὶ ποτνιωμένη παρῃτήσατο3 καὶ κατέπεμψεν αὖθις ἐπὶ θάλατταν, οὐκ ἀγαπῶντα τὴν ἀρχὴν ἐκείνην, οὐδὲ μεμνημένον τῆς διέσεως, ἀλλὰ τῆς συλλήψεως, καὶ διʼ ὀργὴν σπαργῶντα μᾶλλον ἢ πρότερον ἐπὶ τὴν βασιλείαν.
当居鲁士已面临死刑之际,母亲用双臂搂抱着他,以发绺缠绕着他,将他的颈项紧贴在自己的脖子上,哭诉哀号、苦苦恳求,终使他免于一死,并重新将他遣送回海滨。然而居鲁士并不安于那份职权,也不记念获释之恩,只记恨被捕之辱,因愤怒而比以往更加炽烈地渴求着王位。
- 3.1τελεσθείη τὴν βασιλικὴν τελετὴν
表示目的的希求法被动语态动词 τελεσθείη 保留了同族宾格(cognate accusative)τὴν βασιλικὴν τελετήν。在主动语态中支配同族宾格的动词,在转为被动语态后仍可保留该宾格,意为“领受王室加冕之礼”。
- 3.4ὡς μέλλοντος ἐνεδρεύειν ἐν τῷ ἱερῷ, καὶ ἐπειδὰν ἐκδύηται τὴν ἐσθῆτα ὁ βασιλεύς, ἐπιτίθεσθαι καὶ διαφθείρειν αὐτόν
由 κατηγόρει 引出的间接引语结构。先以 ὡς 配合属格分词 μέλλοντος(主语省略,指代居鲁士)引出控告的内容,继而通过时间状语从句 ἐπειδὰν ἐκδύηται... 转接由 καί 连接的不定词 ἐπιτίθεσθαι καὶ διαφθείρειν。这些不定词既可看作与 ἐνεδρεύειν 并列受 μέλλοντος 支配,亦可视为间接引语由分词转为不定词结构的文体变换。
- 3.5μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν ... παρῃτήσατο
超步倒装(hyperbaton)结构。句首的宾格短语 μέλλοντα δὲ αὐτόν ἤδη ἀποθνῄσκειν 为主句谓语动词 παρῃτήσατο 的直接宾语,主语为后置的 ἡ μήτηρ。中动态动词 παραιτέομαι 支配人的宾格时,意为“通过恳求免除其惩罚/死刑”、“乞得赦免”。
