← 普鲁塔克

阿尔塔薛西斯传

§2.1-2.3

居鲁士与阿尔西卡斯的性格及王位继承之争

记述了居鲁士与阿尔西卡斯截然相反的性情、阿尔西卡斯保护妻子的经过,以及大流士病重时帕律萨梯丝图谋立居鲁士为王但终告失败之事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.1

ὁ μὲν οὖν Κῦρος ἔντονόν τι καὶ σφοδρὸν εὐθὺς ἐκ πρώτης ἡλικίας εἶχεν, ἅτερος δὲ πραότερος ἐδόκει περὶ πάντα καὶ ταῖς ὁρμαῖς φύσει μαλακώτερος εἶναι, γυναῖκα δὲ καλὴν καὶ ἀγαθὴν ἔλαβε μὲν τῶν γονέων κελευόντων, ἐφύλαξε δὲ κωλυόντων τὸν γὰρ ἀδελφὸν αὐτῆς ἀποκτείνας ὁ βασιλεὺς ἐβουλεύετο κἀκείνην ἀνελεῖν, ὁ δὲ Ἀρσίκας τῆς μητρὸς ἱκέτης γενόμενος καὶ πολλὰ κατακλαύσας μόλις ἔπεισε μήτε ἀποκτεῖναι μήτε αὐτοῦ διαστῆσαι τὴν ἄνθρωπον. ἡ δὲ μήτηρ ὑπῆρχε τὸν Κῦρον μᾶλλον φιλοῦσα καὶ βουλομένη βασιλεύειν ἐκεῖνον, διὸ καὶ τοῦ πατρὸς νοσοῦντος ἤδη μετάπεμπτος ἀπὸ θαλάσσης γενόμενος παντάπασιν ἀνέβαινεν εὔελπις ὤν, ὡς κατειργασμένης ἐκείνης διάδοχον αὐτὸν ἀποδειχθῆναι τῆς ἀρχῆς.1

居鲁士自幼便显出某种强悍与激烈,而另一位在各方面都显得更温和,天性中的意气也较柔弱。他在父母的吩咐下娶了一位美丽端庄的妻子,而在他们阻止时仍坚持留住了她;因为国王在处决了她的兄弟之后,又打算除掉她。然而阿尔西卡斯向母亲哀告,痛哭流涕,好不容易才说服她既不加害、也不将这妇人与他拆散。但是母亲本来就更偏爱居鲁士,希望他能继承王位;因此,当父亲已经患病,居鲁士从海滨奉召而来时,他满怀希望地上行赴都,以为母亲已经设法让他被立为王国继承人了。

§2.3

καὶ γὰρ εἶχεν εὐπρεπῆ λόγον ἡ Παρύσατις, ᾧ καὶ Ξέρξης ὁ παλαιὸς ἐχρήσατο, Δημαράτου διδάξαντος, ὡς Ἀρσίκαν μὲν ἰδιώτῃ, Κῦρον δὲ βασιλεύοντι Δαρείῳ τεκεῖν.2 οὐ μὴν ἔπεισεν, ἀλλʼ ὁ πρεσβύτερος ἀπεδείχθη βασιλεύς, Ἀρτοξέρξης μετονομασθείς, Κῦρος δὲ Λυδίας σατράπης καὶ τῶν ἐπὶ θαλάσσης στρατηγός.

因为帕律萨梯丝确实有一个听上去合理的理由——昔日的薛西斯在狄马拉托斯指教下也曾用过这个理由:她为大流士生阿尔西卡斯时大流士尚是一介平民,而生居鲁士时他已在位称王。不过她未能说服〔大流士〕,长子最终被拥立为王,改名为阿尔塔薛西斯,居鲁士则被任命为吕底亚总督以及沿海各军的总司令。

语法注2 条
  1. 2.2ὡς κατειργασμένης ἐκείνης διάδοχον αὐτὸν ἀποδειχθῆναι τῆς ἀρχῆς

    连词 ὡς 与属格独立结构(κατειργασμένης ἐκείνης)连用,表达主语(居鲁士)的主观想法或坚信的事由(“以为母亲已经促成了……”)。动词 κατεργάζομαι 后接不定式结构(διάδοχον ... ἀποδειχθῆναι),意为“成功促成……”。

  2. 2.3ὡς Ἀρσίκαν μὲν ἰδιώτῃ, Κῦρον δὲ βασιλεύοντι Δαρείῳ τεκεῖν

    该 ὡς 从句以间接引语的形式说明 λόγον 的具体内容,并采用不定式 τεκεῖν(主语为帕律萨梯丝)。与格词 ἰδιώτῃ 和 βασιλεύοντι 修饰 Δαρείῳ,充当表语性的关涉与格(表示在达流士处于“平民”和“称王”时的不同状态下为他所生)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:2.1-2.3