← 普鲁塔克

阿尔塔薛西斯传

§29.1-29.7

弑君阴谋的败露与谋叛者受刑

宦官告发了大流士的弑君阴谋,阿尔塔薛西斯设下机关亲眼辨认刺客后面退入内室。提里巴佐斯力战身亡,被捕的大流士经王家法官审判后被处死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§29.1

ἐπέδωκεν οὖν ἑαυτὸν τῷ Τηριβάζῳ· καὶ πολλῶν ἤδη συνισταμένων, εὐνοῦχος ἐδήλωσε τῷ βασιλεῖ τὴν ἐπιβουλὴν καὶ τὸν τρόπον, εἰδὼς ἀκριβῶς ὅτι νυκτὸς ἐγνώκασιν ἐν τῷ θαλάμῳ κατακείμενον ἀναιρεῖν αὐτὸν ἐπεισελθόντες. ἀκούσαντι δὲ τῷ Ἀρτοξέρξῃ καὶ τὸ παριδεῖν κίνδυνον τηλικοῦτον, ἀμελήσαντα τῆς διαβολῆς, δεινὸν ἐδόκει, καὶ τὸ πιστεῦσαι μηδενὸς ἐλέγχου γενομένου δεινότερον.1

于是大流士将自己托付给提里巴佐斯;在已有许多人聚集同谋之际,一名宦官向国王告发了阴谋及其手段,因他确切知道,他们已决意在夜间闯入寝室,弑杀正躺卧在榻上的国王。阿尔塔薛西斯听闻此事后,觉得若是轻视告发而漠视如此重大的危险固然可怕,但在毫无确证的情况下轻信则更为可怕。

§29.2

οὕτως οὖν ἐποίει· τὸν μὲν εὐνοῦχον ἐκείνοις ἐκέλευσε παρεῖναι καὶ παρακολουθεῖν, αὐτὸς δὲ τοῦ θαλάμου τὸν ὄπισθεν τῆς κλίνης τοῖχον ἐκκόψας καὶ θυρώσας κατεκάλυψεν αὐλαίᾳ τὰς θύρας, ἐνστάσης δὲ τῆς ὥρας καὶ φράσαντος τοῦ εὐνούχου τὸν καιρόν, ἐπὶ τῆς κλίνης ὑπέμεινε καὶ οὐκ ἐξανέστη πρότερον ἢ τῶν ἐπʼ αὐτὸν ἐρχομένων τὰ πρόσωπα κατιδεῖν καὶ γνωρίσαι σαφῶς ἕκαστον.

于是他便这般处置:他命那名宦官留在刺客身旁随行;自己则凿通了寝室卧榻后方的墙壁,装上一扇门,并用帘幕将门遮蔽起来。及至时刻来临,宦官通报了时机,他仍留在榻上,在看清扑向自己之人的面孔并明确辨认出每一个人之前,并未起身。

§29.3

ὡς δὲ εἶδεν ἐσπασμένους τὰ ἐγχειρίδια καὶ προσφερομένους, ταχὺ τὴν αὐλαίαν ὑπολαβὼν ἀνεχώρησεν εἰς τὸ ἐντὸς οἴκημα καὶ τὰς θύρας ἐπήρραξε κράζων. ὀφθέντες οὖν οἱ σφαγεῖς ὑπʼ αὐτοῦ, πράξαντες δὲ μηθέν, ἀπεχώρουν φυγῇ διὰ θυρῶν, καὶ τοὺς περὶ τὸν Τηρίβαζον ἐκέλευον ἀποχωρεῖν ὡς φανεροὺς γεγονότας.

当他看见他们拔出短剑逼近时,便迅速掀起帘幕退入内室,一边呼喊一边将门猛然阖上。行刺者们既然已被国王亲眼目睹,又一事无成,便顺着门仓皇逃遁,并催促提里巴佐斯等人速速离去,因事已败露。

§29.4

οἱ μὲν οὖν ἄλλοι διαλυθέντες ἔφυγον ὁ δὲ Τηρίβαζος συλλαμβανόμενος πολλοὺς ἀπέκτεινε τῶν βασιλέως δορυφόρων καὶ μόγις ἀκοντίῳ πληγεὶς πόρρωθεν ἔπεσε, τῷ δὲ Δαρείῳ μετὰ τῶν τέκνων ἀναχθέντι καθίσας τοὺς βασιλείους δικαστάς,2 οὐ παρὼν αὐτός, ἀλλʼ ἑτέρων κατηγορησάντων, ἐκέλευσεν ὑπηρέτας τὴν ἑκάστου γραψαμένους ἀπόφασιν ὡς αὐτὸν ἐπανενεγκεῖν.

其余人遂作鸟兽散,但提里巴佐斯在遭逮捕之际杀死了国王的多名卫兵,最后才被远处掷来的标枪击中倒地身亡。至于被押送前来的大流士及其子女,国王设立了王家法官审讯,自己并未出席,而是由他人出面指控,并吩咐侍从记录下每个人的判决呈报给自己。

§29.5

ἀποφηναμένων δὲ πάντων ὁμοίως καὶ καταγνόντων τοῦ Δαρείου θάνατον, οἱ μὲν ὑπηρέται συλλαβόντες αὐτὸν εἰς οἴκημα πλησίον ἀπήγαγον, ὁ δὲ δήμιος κληθεὶς ἧκε μὲν ξυρὸν ἔχων, ᾧ τὰς κεφαλὰς ἀποτέμνουσι τῶν κολαζομένων, ἰδὼν δὲ τὸν Δαρεῖον ἐξεπλάγη καὶ ἀνεχώρει πρὸς τὰς θύρας ἀποβλέπων, ὡς οὐ δυνησόμενος οὐδὲ τολμήσων αὐτόχειρ γενέσθαι βασιλέως.

待到全体法官一致表决判定大流士死罪,侍从们便将他拿获,带往邻近的房舍。被传唤前来的刽子手手持平日用来斩首受刑者的剃刀而至,但一见大流士便大惊失色,望向房门不住后退,仿佛自认无力也绝不敢亲手弑害国王。

§29.6

ἔξωθεν δὲ τῶν δικαστῶν ἀπειλούντων καὶ διακελευομένων ἀναστρέψας καὶ τῇ ἑτέρᾳ χειρὶ δραξάμενος τῆς κόμης αὐτοῦ καὶ καταγαγών ἀπέτεμε τῷ ξυρῷ τὸν τράχηλον. ἔνιοι δέ φασι τὴν κρίσιν γενέσθαι βασιλέως αὐτοῦ παρόντος, τὸν δὲ Δαρεῖον, ὡς κατελαμβάνετο τοῖς ἐλέγχοις, ἐπὶ στόμα πεσόντα δεῖσθαι καὶ ἱκετεύειν· τὸν δὲ ὑπʼ ὀργῆς ἀναστάντα καὶ σπασάμενον τὸν ἀκινάκην τύπτειν ἕως ἀπέκτεινεν εἶτα εἰς τὴν αὐλὴν προελθόντα τὸν Ἥλιον προσκυνῆσαι καὶ εἰπεῖν3 εὐφραίνεσθε ἀπιόντες, ὦ Πέρσαι, καὶ λέγετε τοῖς ἄλλοις ὅτι τοῖς ἄθεσμα καὶ παράνομα διανοηθεῖσιν ὁ μέγας Ὠρομάζης δίκην ἐπιτέθεικεν.

然而在法官们于门外厉声威吓督促之下,他转过身来,一只手抓住大流士的头发将其按倒,用剃刀割断了他的脖颈。但也有人说,审判是在国王本人亲自在场的情况下进行的,大流士被证据逼入绝境时,伏地哀求乞怜;国王却在大怒之下霍然起身,拔出波斯弯刀劈砍,直至将其杀死;随后国王走向庭院,向太阳神伏地顶礼,说道: “去罢,波斯人,满怀欢喜地去罢,告诉其他人:对于图谋逆伦不法之事者,伟大的奥罗马兹德斯已施予惩罚。”

语法注3 条
  1. 29.1ἀκούσαντι δὲ τῷ Ἀρτοξέρξῃ καὶ τὸ παριδεῖν κίνδυνον τηλικοῦτον, ἀμελήσαντα τῆς διαβολῆς, δεινὸν ἐδόκει, καὶ τὸ πιστεῦσαι μηδενὸς ἐλέγχου γενομένου δεινότερον.

    句首的与格 ἀκούσαντι ... τῷ Ἀρτοξέρξῃ 与非人称表达 δεινὸν ἐδόκει 连用,表示判断与关涉的对象(“对阿尔塔薛西斯而言……似乎是很可怕的”)。然而,作为不定式 παριδεῖν 之逻辑主语的分词 ἀμελήσαντα 却采用了宾格而非与格。这是经典的语法格转换(格不一致现象),即不定式短语倾向于独立采用自身的宾格逻辑主语,而不与句中的与格保持一致。

  2. 29.4τῷ δὲ Δαρείῳ μετὰ τῶν τέκνων ἀναχθέντι καθίσας τοὺς βασιλείους δικαστάς

    与格短语 τῷ Δαρείῳ ... ἀναχθέντι 作为不利与格(或关涉与格),修饰后文关于审判的行动(设立法官并命令呈报判决)。整个句子的主语是阿尔塔薛西斯国王,原文中未以主格直接点明,但作为及物分词 καθίσας(“使……就座/召集”)和主动词 ἐκέλευσεν(“命令”)的施动者,可由上下文完全确定。

  3. 29.6ἔνιοι δέ φασι τὴν κρίσιν γενέσθαι βασιλέως αὐτοῦ παρόντος, τὸν δὲ Δαρεῖον, ὡς κατελαμβάνετο τοῖς ἐλέγχοις, ἐπὶ στόμα πεσόντα δεῖσθαι καὶ ἱκετεύειν· τὸν δὲ ὑπʼ ὀργῆς ἀναστάντα καὶ σπασάμενον τὸν ἀκινάκην τύπτειν ἕως ἀπέκτεινεν εἶτα εἰς τὴν αὐλὴν προελθόντα τὸν Ἥλιον προσκυνῆσαι καὶ εἰπεῖν

    由 ἔνιοι δέ φασι(“有些人说……”)所统辖的间接引语(宾格加不定式结构)贯穿了跨段落的长句。一系列不定式依次为 γενέσθαι、δεῖσθαι καὶ ἱκετεύειν,随后承接以 τὸν δὲ(指国王)为宾格主语的 τύπτειν,并在分词 προελθόντα 之后引出 προσκυνῆσαι 与 εἰπεῖν。整个异说叙述在句法上始终从属于 φασί,未转为直接陈述。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:29.1-29.7