- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:30.1-30.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
图谋继位的奥库斯通过恐吓逼死其兄阿利亚斯佩斯,随后又派人暗杀了受宠的阿尔萨梅斯。接连遭遇打击的阿尔塔薛西斯在年迈与悲恸中溘然长逝,结束了漫长的统治。
ἡ μὲν οὖν ἐπιβουλὴ τοιοῦτον ἔσχε τέλος, ὁ δὲ Ὦχος ἤδη μὲν ἦν ταῖς ἐλπίσι λαμπρός ὑπὸ τῆς Ἀτόσσης ἐπαιρόμενος, ἔτι δὲ ἐφοβεῖτο τῶν μὲν γνησίων τὸν ὑπόλοιπον Ἀριάσπην, τῶν δὲ νόθων Ἀρσάμην. ὁ μὲν γὰρ Ἀριάσπης οὐ διὰ τὸ πρεσβύτερος εἶναι τοῦ Ὤχου, πρᾶος δὲ καὶ ἁπλοῦς καὶ φιλάνθρωπος,1 ἠξιοῦτο βασιλεύειν ὑπὸ τῶν Περσῶν ὁ δὲ Ἀρσάμης καὶ νοῦν ἔχειν ἐδόκει καὶ μάλιστα τῷ πατρὶ προσφιλὴς ὢν οὐκ ἐλάνθανε τὸν Ὦχον.
这场阴谋便落得了这般结局。另一方面,奥库斯在阿托莎的怂恿下已然满怀希望、志得意满,但他仍惧怕嫡子中剩下的阿利亚斯佩斯,以及庶子中的阿尔萨梅斯。因为阿利亚斯佩斯受波斯人推戴为王,并非因他长于奥库斯,而是因其为人温和、坦荡且仁厚;而阿尔萨梅斯则被认为颇具才智,且深得父王宠爱,这一点奥库斯亦心知肚明。
ἐπιβουλεύων οὖν ἀμφοτέροις καὶ δολερὸς ὢν ὁμοῦ καὶ φονικός ἐχρήσατο τῇ μὲν ὠμότητι τῆς φύσεως πρὸς τὸν Ἀρσάμην, τῇ δὲ κακουργίᾳ καὶ δεινότητι πρὸς τὸν Ἀριάσπην. ὑπέπεμψε γὰρ πρὸς αὐτὸν εὐνούχους καὶ φίλους βασιλέως ἀπειλάς τινας ἀεὶ καὶ λόγους φοβεροὺς ἀπαγγέλλοντας, ὡς τοῦ πατρὸς ἐγνωκότος ἀποκτιννύειν αὐτὸν ὠμῶς καὶ ἐφυβρίστως.
于是奥库斯向两人同时施展阴谋,他既奸诈又嗜杀,便将天性中的残暴施加于阿尔萨梅斯,而将狡诈与心计用于阿利亚斯佩斯。他暗中派遣宦官与王室亲信前往阿利亚斯佩斯处,不断带去恐吓与可怖之词,谎称父王已决意要用残忍而屈辱的手段将他处死。
οἱ δὲ ταῦτα καθʼ ἡμέραν ἐκφέρειν δοκοῦντες ὡς ἀπόρρητα, καὶ τὰ μὲν μέλλειν, τὰ δὲ ὅσον οὔπω2 πράσσειν βασιλέα λέγοντες, οὕτως ἐξέπληξαν τὸν ἄνθρωπον καὶ τοσαύτην ἐνέβαλον πτοίαν αὐτῷ καὶ ταραχὴν καὶ δυσθυμίαν εἰς τοὺς λογισμούς, ὥστε φάρμακον σκευάσαντα τῶν θανασίμων καὶ πιόντα τοῦ ζῆν ἀπαλλαγῆναι.3
这些人每日假装泄露机密,声称国王图谋某事,其余诸事亦迫在眉睫,以致将那人吓得魂飞魄散,在他的心智中注入了极大的恐慌、混乱与绝望,以至于他配制了致命毒药并饮下,结束了自己的生命。
πυθόμενος δὲ ὁ βασιλεὺς τὸν τρόπον τῆς τελευτῆς, ἐκεῖνον μὲν ἀπέκλαυσε, τὴν δʼ αἰτίαν ὑπώπτευεν. ἐλέγχειν δὲ καὶ ζητεῖν ἐξαδυνατῶν διὰ γῆρας ἔτι μᾶλλον ἠσπάζετο τὸν Ἀρσάμην, καὶ δῆλος ἦν μάλιστα πιστεύων ἐκείνῳ καὶ παρρησιαζόμενος. ὅθεν οἱ περὶ τὸν Ὦχον οὐκ ἀνεβάλοντο τὴν πρᾶξιν, ἀλλʼ Ἀρπάτην υἱὸν Τηριβάζου παρασκευάσαντες ἀπέκτειναν διʼ ἐκείνου τὸν ἄνθρωπον.
国王得知其死状后,为其痛哭哀悼,但对其死因深起疑心。然而因年老力衰无法查证追究,他反而更加亲近阿尔萨梅斯,显然对后者最为信任且无话不谈。因此奥库斯一党不再拖延行动,而是唆使提里巴佐斯之子阿尔帕特斯,通过他之手杀害了阿尔萨梅斯。
ἦν μὲν οὖν ἐπὶ ῥοπῆς μικρᾶς4 ὁ Ἀρτοξέρξης διὰ τὸ γῆρας ἤδη τότε· προσπεσόντος δὲ αὐτῷ τοῦ περὶ τὸν Ἀρσάμην πάθους οὐδὲ ὀλίγον ἀντέσχεν, ἀλλʼ εὐθὺς ὑπὸ λύπης καὶ δυσθυμίας ἀπεσβέσθη, βιώσας μὲν ἐνενήκοντα καὶ τέσσαρα ἔτη, βασιλεύσας δὲ δύο καὶ ἑξήκοντα, δόξας δὲ πρᾶος εἶναι καὶ φιλυπήκοος οὐχ ἥκιστα διὰ τὸν υἱὸν Ὦχον ὠμότητι καὶ μιαιφονίᾳ πάντας ὑπερβαλόμενον.
其时阿尔塔薛西斯已因年迈而生命垂危、如悬一发;及至阿尔萨梅斯的惨祸袭来,他丝毫未能支撑,立刻在悲痛与绝望中气绝身亡。他享年九十四岁,在位六十二年,留下了温和仁慈、关爱臣民的声誉,这很大程度上也是由于他的儿子奥库斯在残暴嗜杀上冠绝所有人而反衬出来的。
- 30.1οὐ διὰ τὸ πρεσβύτερος εἶναι τοῦ Ὤχου, πρᾶος δὲ καὶ ἁπλοῦς καὶ φιλάνθρωπος
通过对比连词 οὐ... δέ,前述原因“因长于奥库斯(διὰ τὸ...)”被否定,而后述品质“温和、坦荡且仁厚”被确立为真正原因,后半句承前省略了表达原因的结构(如 διὰ τὸ εἶναι)。
- 30.3ὅσον οὔπω
意为“指日可待”、“转瞬即至”(all but now)的习语。与前文的 τὰ μὲν μέλλειν(打算实施某事)相对比,突显国王的加害行动已迫在眉睫。
- 30.3σκευάσαντα τῶν θανασίμων καὶ πιόντα τοῦ ζῆν ἀπαλλαγῆναι
在表示结果的 ὥστε 从句中,不定式 ἀπαλλαγῆναι 的逻辑主语通过宾格分词 σκευάσαντα 和 πιόντα 承接前文的宾格 τὸν ἄνθρωπον。此外,τῶν θανασίμων 为修饰 φάρμακον 的部分属格(致死毒药之一种)。
- 30.5ἐπὶ ῥοπῆς μικρᾶς
源自天平倾斜(ῥοπή)的比喻性习语,意为“处于微小的倾斜中”,即“命悬一线”、“极度脆弱与危急的状态”,形容老王仅凭微弱的余生维系平衡。
