← 普鲁塔克

阿尔塔薛西斯传

§28.1-28.3

提里巴佐斯煽动大流士谋反

提里巴佐斯警示大流士注意父王的反复无常和弟弟奥库斯的崛起,以此煽动他图谋叛变以夺取王位。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§28.1

πῦρ οὖν ἐπὶ πῦρ ἐγένετο τῷ νεανίσκῳ προσκείμενος ὁ Τηρίβαζος ἀεὶ καὶ λέγων ὡς οὐδὲν ὀνίνησιν ἡ κίταρις ἑστῶσα περὶ τῇ κεφαλῇ τοὺς ὑφʼ αὑτῶν μὴ ζητοῦντας ὀρθοῦσθαι τοῖς πράγμασι,1 κἀκεῖνον ἀβέλτερα φρονεῖν,2 εἰ, τοῦ μὲν ἀδελφοῦ διὰ τῆς γυναικωνίτιδος ἐνδυομένου τοῖς πράγμασι, τοῦ δὲ πατρὸς οὕτως ἔμπληκτον ἦθος καὶ ἀβέβαιον ἔχοντος, οἴεται βέβαιον αὐτῷ τὴν διαδοχὴν ὑπάρχειν.

因此,提里巴佐斯对这年轻人更是火上浇油,时常纠缠着他对他说:若是自己不在国政中奋力自立,那么头上高耸的王冠也毫无用处;若是他的弟弟正通过后宫渗入政务,而父亲又具有这般反复无常且不可捉摸的性情,他还以为王位继承对自己而言万无一失,那便是愚不可及了。

§28.2

ὁ γὰρ Ἑλληνικοῦ χάριν γυναίου τὸν ἄψευστον ἐν Πέρσαις ψευσάμενος νόμον οὐ δή που πιστός ἐστι τὰς περὶ τῶν μεγίστων ὁμολογίας ἐμπεδώσειν. οὐ ταὐτὸ δʼ εἶναι τὸ μὴ τυχεῖν Ὤχῳ κἀκείνῳ τὸ στέρεσθαι τῆς βασιλείας·3 Ὦχον μὲν γὰρ οὐδένα κωλύσειν ἰδιώτην βιοῦν μακαρίως, ἐκείνῳ δʼ ἀποδεδειγμένῳ βασιλεῖ βασιλεύειν ἀνάγκην ἢ μηδὲ ζῆν εἶναι.

因为一个为了区区希腊女子就背弃了波斯人中不可违背之律法的人,绝不足以令人相信他会信守关于最重大事务的约定。他又说,对于奥库斯而言得不到王位,与对于〔大流士〕而言失去王位,绝非同一回事;因为无人会阻拦奥库斯作为平民幸福地生活,但对于已经被宣告为王的〔大流士〕来说,要么称王,要么连活路也没有。

§28.3

καθόλου μὲν οὖν ἴσως, τὸ Σοφόκλειον, "ταχεῖα πειθὼ τῶν κακῶν ὁδοιπορεῖ·" λεία γάρ τις ἡ πορεία καὶ κατάντης ἐπὶ τὸ βουλόμενον. βούλονται δὲ οἱ πλεῖστοι τὰ φαῦλα διʼ ἀπειρίαν τῶν καλῶν καὶ ἄγνοιαν· οὐ μὴν ἀλλὰ τὸ μέγεθος τὸ τῆς ἀρχῆς καὶ τὸ πρὸς τὸν Ὦχον τοῦ Δαρείου δέος ὑπόθεσιν τῷ Τηριβάζῳ παρεῖχε· Κυπρογένεια δʼ οὐ πάμπαν ἀναίτιος, ἡ τῆς Ἀσπασίας ἀφαίρεσις.

大体上或许正如索福克勒斯的诗句所言: “向恶的劝诱行步飞速;”盖因通往愿望的道路平坦且一路下坡。而绝大多数人又因对美好之物的缺乏经验和无知,偏偏渴望卑劣之事;尽管如此,帝国疆土的辽阔和大流士对奥库斯的畏惧,也为提里巴佐斯提供了施展的依托;此外,塞浦路斯女神——即阿斯帕西亚被夺之事——亦绝非全无干系。

语法注3 条
  1. 28.1ἡ κίταρις ἑστῶσα περὶ τῇ κεφαλῇ τοὺς ὑφʼ αὑτῶν μὴ ζητοῦντας ὀρθοῦσθαι τοῖς πράγμασι

    此处在指称波斯王特有的直立王冠“ἡ κίταρις ἑστῶσα”(直立的头巾)与在国政中挺身自立的不定词“ὀρθοῦσθαι”(直立/自立)之间构成了双关修辞。分词短语“τοὺς ... μὴ ζητοῦντας”作动词“ὀνίνησιν”的宾语(宾格)。

  2. 28.1κἀκεῖνον ἀβέλτερα φρονεῖν

    该句承接由“λέγων”引出的间接引语,但句式由前面的“ὡς”从句(“ὡς οὐδὲν ὀνίνησιν”)转为了“宾格加不定词”结构(“κἀκεῖνον [= καὶ ἐκεῖνον] ... φρονεῖν”)。

  3. 28.2οὐ ταὐτὸ δʼ εἶναι τὸ μὴ τυχεῖν Ὤχῳ κἀκείνῳ τὸ στέρεσθαι τῆς βασιλείας

    不定词“εἶναι”延续了由“λέγων”支配的间接引语。两个带冠词不定词“τὸ μὴ τυχεῖν”与“τὸ στέρεσθαι”分别充当主语和表语。与之搭配的与格“Ὤχῳ”与“κἀκείνῳ”(指大流士)表示关系或涉及的对象(“对奥库斯而言……对大流士而言……”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:28.1-28.3