- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:27.1-27.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔塔薛西斯被迫将阿斯帕西亚赐给大流士,旋即立其为女祭司将其夺回;同样两度被国王悔婚而怨恨在心的提里巴佐斯借机煽动大流士谋反。
ταύτην ὁ Δαρεῖος αἰτήσας ἠνίασε τὸν πατέρα· δύσζηλα γὰρ τὰ βαρβαρικὰ δεινῶς περὶ τὸ ἀκόλαστον, ὥστε μὴ μόνον τὸν προσελθόντα καὶ θιγόντα παλλακῆς βασιλέως, ἀλλὰ καὶ τὸν ἐν πορείᾳ προεξελθόντα καὶ διεξελάσαντα τὰς ἁμάξας ἐφʼ αἷς κομίζονται, θανάτῳ κολάζεσθαι.
大流士索要此女,惹恼了父亲。盖因异族的习俗在情欲之事上妒忌异常,以至于不仅接近并触摸国王侍妾者要被处以死刑,即便在出行途中赶到前面驱车越过载运侍妾的车舆者,亦同样被处死。
καίτοι τὴν μὲν Ἄτοσσαν εἶχεν ἔρωτι ποιησάμενος γυναῖκα παρὰ τὸν νόμον, ἑξήκοντα δὲ καὶ τριακόσιαι παρετρέφοντο κάλλει διαφέρουσαι παλλακίδες, οὐ μὴν ἀλλὰ1 καὶ αἰτηθεὶς ἐκείνην ἐλευθέραν ἔφησεν εἶναι καὶ λαμβάνειν ἐκέλευσε βουλομένην, ἄκουσαν δὲ μὴ βιάζεσθαι. μεταπεμφθείσης δὲ τῆς Ἀσπασίας καὶ παρʼ ἐλπίδας τοῦ βασιλέως ἑλομένης τὸν Δαρεῖον, ἔδωκε μὲν ὑπʼ ἀνάγκης τοῦ νόμου, δοὺς δὲ ὀλίγον ὕστερον ἀφείλετο.
虽然国王自己出于情爱违背常法娶了阿托莎为妻,宫中还供养着三百六十位美貌出众的侍妾,尽管如此,在被索求阿斯帕西亚时,他还是表示她是自由之身,吩咐大流士若她自愿便可领去,但不可违背其意愿强行逼迫。然而阿斯帕西亚被召来后,出乎国王的预料选择了大流士;国王迫于律法的强制将她让出,但交出之后不久便又夺了回去。
τῆς γὰρ Ἀρτέμιδος τῆς ἐν Ἐκβατάνοις, ἣν Ἀναῗτιν καλοῦσιν, ἱέρειαν ἀνέδειξεν αὐτήν, ὅπως ἁγνὴ διάγῃ τὸν ἐπίλοιπον βίον, οἰόμενος οὐ χαλεπήν, ἀλλὰ καὶ μετρίαν τινὰ καὶ παιδιᾷ μεμιγμένην ταύτην λήψεσθαι δίκην παρὰ τοῦ παιδός. ὁ δʼ ἤνεγκεν οὐ μετρίως, εἴτʼ ἔρωτι τῆς Ἀσπασίας περιπαθὴς γεγονώς, εἴτε ὑβρίσθαι καὶ κεχλευάσθαι νομίζων ὑπὸ τοῦ πατρός.
原来他立她为埃克巴塔那的阿耳忒弥斯(即人们所称的安娜伊提斯)的女祭司,好让她在守贞中度过余生;国王自以为对儿子采取的并非严苛之罚,而是一种温和且略带戏弄的惩戒。但大流士却无法心平气和地忍受,不知是因为对阿斯帕西亚爱得无法自拔,还是认为自己受到了父亲的侮辱和嘲弄。
αἰσθόμενος δʼ αὐτὸν οὕτως ἔχοντα Τηρίβαζος ἔτι μᾶλλον ἐξετράχυνεν, ἐν τοῖς ἐκείνου συνιδὼν τὰ καθʼ αὑτόν, ἦν δὲ τοιαῦτα, πλειόνων οὐσῶν βασιλεῖ θυγατέρων ὡμολόγησε Φαρναβάζῳ μὲν Ἀπάμαν δώσειν γυναῖκα, Ῥοδογούνην δὲ Ὀρόντῃ, Τηριβάζῳ δὲ Ἄμηστριν. καὶ τοῖς μὲν ἄλλοις ἔδωκε, Τηρίβαζον δὲ ἐψεύσατο γήμας αὐτὸς τὴν Ἄμηστριν, ἀντʼ ἐκείνης δὲ τῷ Τηριβάζῳ τὴν νεωτάτην Ἄτοσσαν ἐνεγύησεν.
提里巴佐斯察觉到大流士处于这般心境,便借机更加煽风点火,因他在大流士的遭遇中看到了自己的影子。事情的经过是这样的:国王有数位女儿,曾许诺将阿帕玛许配给法尔纳巴佐斯为妻,罗多古妮许配给奥隆特斯,阿美斯特里斯许配给提里巴佐斯。后来国王将女儿们赐给了前两位,却对提里巴佐斯食言,自己娶了阿美斯特里斯,作为补偿将最年幼的阿托莎许聘给提里巴佐斯。
ἐπεὶ δὲ καὶ ταύτην ἐρασθεὶς ἔγημεν, ὡς εἴρηται, παντάπασι δυσμενῶς πρὸς αὐτὸν ὁ Τηρίβαζος ἔσχεν, οὐδὲ ἄλλως στάσιμος ὢν τὸ ἦθος, ἀλλʼ ἀνώμαλος καὶ παράφορος. διὸ καὶ νῦν μὲν εὐημερῶν ὅμοια τοῖς πρώτοις, νῦν δὲ προσκρούων καὶ σκορακιζόμενος οὐδεμίαν ἔφερεν ἐμμελῶς μεταβολήν, ἀλλὰ καὶ τιμώμενος ἦν ἐπαχθὴς ὑπὸ χαυνότητος, καὶ τὸ κολουόμενον2 οὐ ταπεινὸν οὐδὲ ἡσυχαῖον, ἀλλὰ τραχὺ καὶ ἀγέρωχον εἶχε.
然而,正如前文所述,国王后来也爱上了阿托莎并娶了她,提里巴佐斯便对他彻底怀恨在心;他本就不是性情沉稳之人,而是反复无常、偏激易怒。因此,无论有时显贵堪比首要显贵,还是有时失势而横遭贬黜,他都无法泰然面对任何处境的变迁;受尊宠时因轻浮虚妄而令人生厌,受挫折时亦不肯谦卑隐忍,反而显出暴躁傲慢的情态。
- 27.2οὐ μὴν ἀλλὰ
惯用连词短语(源于省略表达),在此承接前文的让步句(“尽管国王自己违规娶了阿托莎且拥有众多侍妾”),表转折,意为“尽管如此”、“然而”。
- 27.5τὸ κολουόμενον
被动语态现在分词的中性单数名词化用法(“受挫折/遭削夺特权之事”),充当动词 εἶχε 的直接宾语,结构上表示“当其失势遭抑时,他所持有的态度既非谦卑亦非安分”。
