- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:26.1-26.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
年迈的阿尔塔薛西斯为遏制奥库斯的野心而立长子大流士为王,随后大流士依波斯惯例索要亡故的小居鲁士生前的爱妾阿斯帕西亚作为礼物。
ὁ δὲ Ἀρτοξέρξης ἤδη πρεσβύτερος ὢν ᾐσθάνετο τοὺς υἱοὺς ἀγῶνα περὶ τῆς βασιλείας ἐν τοῖς φίλοις καὶ τοῖς δυνατοῖς ἔχοντας, οἱ μὲν γὰρ εὐγνώμονες ἠξίουν, ὡς ἔλαβεν αὐτός, οὕτως ἀπολιπεῖν πρεσβεῖα Δαρείῳ τὴν ἀρχήν,1 ὁ δὲ νεώτατος Ὦχος ὀξὺς ὢν καὶ βίαιος εἶχε μὲν καὶ τῶν περὶ τὸ βασίλειον οὐκ ὀλίγους σπουδαστάς, ἤλπιζε δὲ μάλιστα κατεργάσεσθαι τὸν πατέρα διὰ τῆς Ἀτόσσης.
阿尔塔薛西斯此时已届高龄,他发觉自己的儿子们正在朋友和显贵之中展开一场王位之争。因为明达之士认为,正如国王自己继承王位那样,他也应当将统治权作为长子的特权留给大流士;然而最年幼的奥库斯为人急躁暴烈,在宫廷之中不仅拥有不少支持者,而且最希望通过阿托莎来摆布父亲。
ἐκείνην γὰρ ἐθεράπευεν ὡς γαμησομένην καὶ συμβασιλεύσουσαν αὐτῷ μετὰ τὴν τοῦ πατρὸς τελευτήν. ἦν δὲ λόγος ὅτι καὶ ζῶντος ἐλάνθανεν αὐτῇ πλησιάζων, ἀλλὰ τοῦτο μὲν ἠγνόησεν ὁ Ἀρτοξέρξης· ταχὺ δὲ βουλόμενος ἐκκροῦσαι τῆς ἐλπίδος τὸν Ὦχον, ὅπως μὴ τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ πόλεμοι καὶ ἀγῶνες αὖθις καταλάβωσι τὴν βασιλείαν,2 ἀνέδειξε τὸν Δαρεῖον βασιλέα πεντηκοστὸν ἔτος γεγονότα, καὶ τὴν καλουμένην κίταριν ὀρθὴν φέρειν ἔδωκε.
原来他竭力奉承她,许诺在父亲去世后将娶她为妻并与她共治天下。甚至有传闻说,他在父亲健在时就暗中与她私通,只是阿尔塔薛西斯对此一无所知。但为了尽快粉碎奥库斯的企图,以免他铤而走险效仿居鲁士之举,使王国再次陷入战乱与纷争,阿尔塔薛西斯在大流士年满五十岁时宣布立他为王,并允许他将所谓的王冠挺立佩戴。
νόμου δὲ ὄντος ἐν Πέρσαις δωρεὰν αἰτεῖν τὸν ἀναδειχθέντα καὶ διδόναι τὸν ἀναδείξαντα πᾶν τὸ αἰτηθὲν, ἄνπερ ᾖ δυνατόν, ᾔτησεν Ἀσπασίαν ὁ Δαρεῖος τὴν μάλιστα σπουδασθεῖσαν ὑπὸ Κύρου, τότε δὲ τῷ βασιλεῖ παλλακευομένην. ἦν δὲ Φωκαῒς τὸ γένος ἀπʼ Ἰωνίας, ἐλευθέρων γονέων καὶ τεθραμμένη κοσμίως.
在波斯人中有一项风俗:被宣布立王者可以索要一份礼物,而宣布他为王者只要力所能及,就必须答应所请求的一切;于是大流士索要了阿斯帕西亚,她曾深得居鲁士的宠爱,此时则是国王的侍妾。她出身于爱奥尼亚的福西亚,父母皆为自由人,受过良好的教养。
ἐπεὶ δὲ Κύρου δειπνοῦντος εἰσήχθη μεθʼ ἑτέρων γυναικῶν, αἱ μὲν ἄλλαι παρακαθεζόμεναι προσπαίζοντος αὐτοῦ καὶ ἁπτομένου καὶ σκώπτοντος οὐκ ἀηδῶς ἐνεδέχοντο τὰς φιλοφροσύνας, ἐκείνη δὲ παρὰ τὴν κλίνην εἱστήκει σιωπῇ καὶ Κύρου καλοῦντος οὐχ ὑπήκουε βουλομένων δὲ προσάγειν τῶν κατευναστῶν, οἰμώξεται μέντοι τούτων, εἶπεν, ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας3 ἔδοξεν οὖν ἄχαρις τοῖς παροῦσιν εἶναι καὶ ἄγροικος.
当居鲁士进餐时,她与其他女子一同被带了进来。其余女子围坐在旁,当居鲁士与她们调笑、抚弄并戏谑时,她们欣然接受这种亲昵;惟有她默默站在卧榻旁,即便居鲁士呼唤也不听从。当侍从们试图拉她上前时,她说: “然而这些人中,凡敢把手伸向我的,必将吃尽苦头。” 因此在场的人都觉得她既不解风情又粗鄙无礼。
ὁ δὲ Κῦρος ἡσθεὶς ἐγέλασε, καὶ εἶπε πρὸς τὸν ἀγαγόντα τὰς γυναῖκας, ἆρα ἤδη συνορᾷς ὅτι μοι μόνην ταύτην ἐλευθέραν καὶ ἀδιάφθορον ἥκεις κομίζων; ἐκ δὲ τούτου προσεῖχεν ἀρξάμενος αὐτῇ, καὶ μάλιστα πασῶν ἔστερξε καὶ σοφὴν προσηγόρευσεν. ἑάλω δὲ Κύρου πεσόντος ἐν τῇ μάχῃ καὶ διαρπαζομένου τοῦ στρατοπέδου.
居鲁士却高兴地笑了,对领那些女子前来的人说: “难道你现在才看明白,你给我带来的女子中,唯有这一位是自由且贞洁无瑕的吗?” 自此居鲁士开始格外垂青于她,在所有女子中最宠爱她,并称她为“智慧之女”。居鲁士阵亡、营地遭到劫掠时,她被俘获了。
- 26.1ἀπολιπεῖν πρεσβεῖα Δαρείῳ τὴν ἀρχήν
πρεσβεῖα(长子的特权)为宾格,充当直接宾语 τὴν ἀρχήν(统治权)的同位语或述语性宾格,意为“作为长子的特权将王位留给大流士”。
- 26.2ὅπως μὴ τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ πόλεμοι καὶ ἀγῶνες αὖθις καταλάβωσι τὴν βασιλείαν
在 ὅπως μή 引领的从句中,嵌入了属格绝对结构 τὰ αὐτὰ Κύρῳ τολμήσαντος αὐτοῦ(“若他敢于做出与居鲁士相同之举”);其中 Κύρῳ 是配合 τὰ αὐτά 的伴随/比较与格。从句的主语是 πόλεμοι καὶ ἀγῶνες,谓语动词为虚拟式 καταλάβωσι。
- 26.4οἰμώξεται μέντοι τούτων, εἶπεν, ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας
部分属格 τούτων 作为泛指关系从句 ὃς ἂν ἐμοὶ προσαγάγῃ τὰς χεῖρας 的先行词,结构为“在这些人之中,凡向我动手的,必将……”。动词 οἰμώζω 的将来时 οἰμώξεται(字面意为“将哀号”)是表示威胁的习惯用法,意为“必将自讨苦吃/付出代价”。
