- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:25.1-25.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
撤退途中遇严寒,阿尔塔薛西斯亲手砍伐皇家苑囿中最壮美的大树以令士兵伐木取暖,脱险班师;但惨重损失使他深感蒙羞而疑心大起,遂大肆诛杀重臣。
ἐπεὶ δὲ εἰς σταθμὸν κατέβη βασιλικόν παραδείσους ἔχοντα θαυμαστοὺς καὶ κεκοσμημένους διαπρεπῶς ἐν τῷ πέριξ ἀδένδρῳ καὶ ψιλῷ χωρίῳ, κρύους ὄντος, ἐπέτρεψε τοῖς στρατιώταις ἐκ τοῦ παραδείσου ξυλίζεσθαι τὰ δένδρα κόπτοντας, μήτε πεύκης μήτε κυπαρίττου φειδομένους.
当国王抵达一座皇家行宫时,在四周光秃无树的原野之中,行宫拥有极好且修整得格外华美的苑囿;此时天气严寒,他便准许士兵们砍伐苑中的树木作为柴火,无论是松树还是柏树都无须顾惜。
ὀκνούντων δὲ καὶ φειδομένων διὰ τὰ κάλλη καὶ τὰ μεγέθη, λαβὼν πέλεκυν αὐτὸς ὅπερ ἦν μέγιστον καὶ κάλλιστον τῶν φυτῶν ἔκοψεν.1 ἐκ δὲ τούτου ξυλιζόμενοι καὶ πολλὰ πυρὰ ποιοῦντες εὐμαρῶς ἐνυκτέρευσαν. οὐ μὴν ἀλλὰ πολλοὺς καὶ ἀγαθοὺς ἀποβαλὼν ἄνδρας, ἵππους δὲ ὁμοῦ τι πάντας ἐπανῆλθε.
由于士兵们见树木高大优美而心生犹豫、不忍动手,国王便亲自拿起斧头,砍倒了树木中最大最美的一株。见此情景,众兵士也纷纷伐木为薪,燃起许多篝火,舒适地度过了一夜。然而,国王在丧失了许多勇士、且几乎折损了全部战马之后才得以班师。
καὶ δόξας καταφρονεῖσθαι διὰ τὴν ἀτυχίαν καὶ τὴν ἀπότευξιν τῆς στρατείας, ἐν ὑποψίαις εἶχε τοὺς πρώτους· καὶ πολλοὺς μὲν ἀνῄρει διʼ ὀργήν, πλείονας δὲ φοβούμενος,2 ἡ γὰρ δειλία φονικώτατόν ἐστιν ἐν ταῖς τυραννίσιν, ἵλεων δὲ καὶ πρᾶον καὶ ἀνύποπτον ἡ θαρραλεότης.3 διὸ καὶ τῶν θηρίων τὰ ἀτιθάσευτα καὶ δυσεξημέρωτα ψοφοδεῆ καὶ δειλά, τὰ δὲ γενναῖα πιστεύοντα μᾶλλον διὰ τὸ θαρρεῖν οὐ φεύγει τὰς φιλοφροσύνας.
由于自认为因远征的失利与受挫而受到众人鄙视,国王对显要大臣们起了疑心;他因愤怒而诛杀了许多人,因恐惧而处死了更多的人。因为在专制统治之中,怯懦乃是最残暴嗜杀之物,而勇敢则使人宽和、温柔且不生嫌疑。因此,野兽中那些未经驯服、难以调伏者总是闻声易惊而生性怯懦,而品性高贵者因其勇敢更易信任人,不会躲避亲善的举动。
- 25.2ὅπερ ἦν μέγιστον καὶ κάλλιστον τῶν φυτῶν ἔκοψεν
主句谓语动词 ἔκοψεν 所需的指示代词宾语(如 τοῦτο)被省略,由关系代词 ὅπερ 引导的关系从句整体充当宾语。ὅπερ 为中性单数主格,指代植物(φυτόν),在从句内作主语。
- 25.3καὶ πολλοὺς μὲν ἀνῄρει διʼ ὀργήν, πλείονας δὲ φοβούμενος
由 μέν...δέ 对应的两个表示原因的成分在句法上并不对称:前者使用介词短语(διʼ ὀργήν),后者使用分词(φοβούμενος)。两者在意义上均表示执行处决(ἀνῄρει)的动机与起因。
- 25.3ἵλεων δὲ καὶ πρᾶον καὶ ἀνύποπτον ἡ θαρραλεότης
连系动词 ἐστί 被省略,阴性单数主语 ἡ θαρραλεότης 对应的前置谓语形容词(ἵλεων, πρᾶον, ἀνύποπτον)采用中性单数形式(其中 ἵλεων 为阿提卡第二变格形容词 ἵλεως 的中性单数),与前文的 φονικώτατόν ἐστιν 呼应。这种用法将抽象概念表述为一般性质的“某类事物”。
