← 普鲁塔克

阿尔塔薛西斯传

§24.1-24.6

远征卡杜西人的危机与特里巴佐斯的计谋

阿尔塔薛西斯在亲征卡杜西人时陷入严重的粮荒与绝境,此前失势的特里巴佐斯用计使卡杜西二王分别议和而化解危机,随后国王亲自步行引领艰难的撤军,极大地鼓舞了士气。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24.1

πόλεμον δὲ πρὸς μὲν Αἰγυπτίους διὰ Φαρναβάζου καὶ Ἰφικράτους ἐξενεγκὼν ἀπέτυχε, στασιασάντων ἐκείνων· ἐπὶ δὲ Καδουσίους αὐτὸς ἐστράτευσε τριάκοντα μυριάσι πεζῶν καὶ μυρίοις ἱππεῦσιν. ἐμβαλὼν δὲ εἰς χώραν τραχύτητι χαλεπὴν καὶ ὁμιχλώδη καὶ τῶν ἀπὸ σπόρου καρπῶν ἄγονον, ἀπίοις δὲ καὶ μήλοις καὶ τοιούτοις ἄλλοις ἀκροδρύοις τρέφουσαν ἀνθρώπους πολεμικοὺς καὶ θυμοειδεῖς, ἔλαθε μεγάλαις ἀπορίαις καὶ κινδύνοις περιπεσών.1

另一方面,阿尔塔薛西斯虽借由法尔纳巴佐斯与伊菲克拉特斯对埃及人发动战争,却因二人不和而告失败;但他亲自率领三十万步兵和一万骑兵去征伐卡杜西人。然而,当他深入到一片因地势险峻而难行、多雾且不生五谷杂粮,仅靠梨、苹果和类似果木养活好战勇猛之民的土地时,竟不知不觉陷入了巨大的困境与危难之中。

§24.2

οὐδὲν γὰρ ἐδώδιμον ἦν λαμβάνειν οὐδὲ ἔξωθεν ἐπεισάγεσθαι, τὰ δὲ ὑποζύγια μόνον κατέκοπτον, ὥστε ὄνου κεφαλὴν μόλις δραχμῶν ἑξήκοντα ὤνιον εἶναι. τὸ δὲ βασιλικὸν δεῖπνον ἐξελείφθη· καὶ τῶν ἵππων ὀλίγοι περιῆσαν ἔτι, τοὺς δὲ ἄλλους ἐσθίοντες κατανηλώκεσαν. ἐνταῦθα Τηρίβαζος, ἀνὴρ πολλάκις μὲν ἐν πρώτῃ διʼ ἀνδραγαθίαν τάξει γενόμενος, πολλάκις δὲ ἀπορριφεὶς διὰ κουφότητα καὶ τότε ταπεινὰ πράττων καὶ περιορώμενος, ἔσωσε βασιλέα καὶ τὸν στρατόν.

因为他们既无法就地获取任何口粮,也无法从外部运入,只能宰杀驮畜充饥,以致一个驴头要六十德拉克马才勉强买得到。连国王本人的膳食也已告罄;马匹也仅剩寥寥无几,其余皆已被食用殆尽。这时,特里巴佐斯——一个常因勇敢而位列显赫、又常因轻浮而屡遭贬黜,此时正身处卑微且遭人忽视的人——拯救了国王和军队。

§24.3

ὄντων γὰρ δυεῖν ἐν τοῖς Καδουσίοις βασιλέων, ἑκατέρου δὲ χωρὶς στρατοπεδεύοντος, ἐντυχὼν τῷ Ἀρτοξέρξῃ καὶ φράσας περὶ ὧν διενοεῖτο πράττειν, ἐβάδιζεν αὐτὸς πρὸς τὸν ἕτερον τῶν Καδουσίων, καὶ πρὸς τὸν ἕτερον κρύφα τὸν υἱὸν ἔπεμπεν. ἐξηπάτα δὲ ἑκάτερον ἑκάτερος, λέγων ὡς ἅτερος ἐπιπρεσβεύεται πρὸς τὸν Ἀρτοξέρξην φιλίαν μόνῳ πράττων ἑαυτῷ καὶ συμμαχίαν· οὐκοῦν, εἰ σωφρονεῖ, χρῆναι πρότερον ἐντυγχάνειν ἐκείνῳ,2 αὐτὸν δὲ συμπράξειν ἅπαντα.

原来卡杜西人有两个国王,各自扎营驻扎。特里巴佐斯谒见阿尔塔薛西斯并陈述了自己的计策后,便亲自前往卡杜西人的其中一位国王那里,同时秘密派其子前往另一位那里。父子二人各自欺骗了对方,声称另一位国王正向阿尔塔薛西斯派遣使节,打算单独与他缔结友好同盟;因此,他若聪明,就应当抢在对方之前去谒见国王,而自己将全力予以协助。

§24.4

τούτοις ἐπείσθησαν ἀμφότεροι, καὶ φθάνειν ἀλλήλους νομίζοντες ὁ μὲν τῷ Τηριβάζῳ συνέπεμψε πρέσβεις, ὁ δὲ τῷ παιδὶ τοῦ Τηριβάζου. διατριβῆς δὲ γενομένης ὑποψίαι καὶ διαβολαὶ κατὰ τοῦ Τηριβάζου τῷ Ἀρτοξέρξῃ προσέπιπτον αὐτὸς δὲ δυσθύμως εἶχε καὶ μετενόει πιστεύσας τῷ Τηριβάζῳ, καὶ τοῖς φθονοῦσιν ἐγκαλεῖν παρεῖχεν.

两位卡杜西国王听信了此言,都以为能抢先一步,于是一位遣使随同特里巴佐斯前往,另一位遣使随同特里巴佐斯之子前往。然而因途中有所延搁,针对特里巴佐斯的猜忌与谗言纷纷传到阿尔塔薛西斯耳中;国王自己也心灰意冷,后悔轻信了特里巴佐斯,从而给了嫉妒者们攻讦的把柄。

§24.5

ἐπεὶ δὲ ἧκεν ὁ Τηρίβαζος, ἧκε δὲ καὶ ὁ υἱὸς αὐτοῦ τοὺς Καδουσίους ἄγοντες, ἐγένοντο δὲ σπονδαὶ πρὸς ἀμφοτέρους καὶ εἰρήνη, μέγας ὢν ὁ Τηρίβαζος ἤδη καὶ λαμπρὸς ἀνεζεύγνυε μετὰ τοῦ βασιλέως, ἐπιδεικνυμένου3 πᾶσαν τήν δειλίαν καὶ τήν μαλακίαν οὐ τρυφῆς καὶ πολυτελείας, ὥσπερ οἱ πολλοὶ νομίζουσιν, ἔκγονον οὖσαν, ἀλλὰ μοχθηρᾶς φύσεως καὶ ἀγεννοῦς καὶ δόξαις πονηραῖς ἑπομένης.

然而,当特里巴佐斯返回,其子也领着卡杜西人一同归来,并与双方都达成了停战协定与和平之后,特里巴佐斯如今身享尊崇与荣光,与国王一同踏上归途。国王借此表明,所有的怯懦与软弱,绝非如庸常大众所认为的那样是奢华与放纵的产物,而是源于跟从恶劣见解的败坏卑贱天性。

§24.6

οὔτε γὰρ χρυσὸς οὔτε κάνδυς οὔτε ὁ τῶν μυρίων καὶ δισχιλίων ταλάντων περικείμενος ἀεὶ τῷ βασιλέως σώματι κόσμος ἐκεῖνον ἀπεκώλυε πονεῖν καὶ ταλαιπωρεῖν, ὥσπερ οἱ τυχόντες, ἀλλὰ τήν τε φαρέτραν ἐνημμένος καὶ τήν πέλτην φέρων αὐτὸς ἐβάδιζε πρῶτος ὁδοὺς ὀρεινὰς καὶ προσάντεις, ἀπολιπὼν τὸν ἵππον, ὥστε τοὺς ἄλλους πτεροῦσθαι καὶ συνεπικουφίζεσθαι τήν ἐκείνου προθυμίαν καὶ ῥώμην ὁρῶντας· καὶ γὰρ διακοσίων καὶ πλειόνων σταδίων κατήνυεν ἡμέρας ἑκάστης πορείαν.

因为无论是黄金、波斯长袍,还是常年佩戴在国王身上的价值一万二千塔兰特的饰物,都未能阻止他像寻常人一样受苦耐劳;相反,他佩上箭囊,手持轻盾,弃马步行,亲自走在山路和陡峭的山道最前列,以至于其他兵士见到他的热情与精力,都仿佛生出双翼般顿觉步履轻松;事实上,他每日率军走完二百多斯塔德的行程。

语法注3 条
  1. 24.1ἔλαθε μεγάλαις ἀπορίαις καὶ κινδύνοις περιπεσών

    动词λανθάνω与补充从属分词περιπεσών(动词περιπίπτω的阳性单数主格不定过去时分词)连用。该习语表示主语自身“不知不觉地做某事”,在此指阿尔塔薛西斯在深入险峻疆域时,不知不觉便陷入了极大的匮乏与危险之中。

  2. 24.3χρῆναι πρότερον ἐντυγχάνειν ἐκείνῳ

    不定式χρῆναι在间接引语中充当主句动词,受前面表示述说的分词λέγων管辖。原本非人称动词χρή(应当)在间接叙述中变为不定式χρῆναι,而其从属条件从句εἰ σωφρονεῖ(如果他明智)则保留了直接引语中的直陈式现在时。

  3. 24.5ἐπιδεικνυμένου

    属格分词(现在中间被动态,阳性单数)。在语法上修饰紧接在其前的属格名词τοῦ βασιλέως(“随同国王,他正展现出……”)。该分词生动地描述了国王在行军中弃马先行的行为,正是在用实际行动向众人证明怯懦并非由奢华所致,而是源于天性缺陷。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:24.1-24.6