← 普鲁塔克

阿尔塔薛西斯传

§23.1-23.5

与帕吕萨蒂丝和解及迎娶阿托莎

阿尔塔薛西斯与母亲帕吕萨蒂丝和解并处决了蒂萨弗尼斯,随后在母亲的劝诱下迎娶亲生女儿阿托莎为正室,并在她身患顽疾后向赫拉奉献极丰厚的祭礼以求痊愈。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23.1

ὁ δὲ Ἀρτοξέρξης ἓν ἀντὶ πάντων ὧν ἐλύπει τοὺς Ἕλληνας1 εὔφραινε, Τισαφέρνην τὸν ἔχθιστον αὐτοῖς καὶ δυσμενέστατον ἀποκτείνας. ἀπέκτεινε δὲ ταῖς διαβολαῖς αὐτοῦ τῆς Παρυσάτιδος συνεπιθεμένης.2 οὐ γὰρ ἐνέμεινε τῇ ὀργῇ πολὺν χρόνον ὁ βασιλεύς, ἀλλὰ διηλλάγη τῇ μητρὶ καὶ μετεπέμψατο, νοῦν μὲν ὁρῶν ἔχουσαν καὶ φρόνημα βασιλείας ἄξιον, αἰτίας δὲ μηδεμιᾶς οὔσης ἐμποδὼν ἔτι διʼ ἣν ὑπόψονται συνόντες ἀλλήλοις ἢ λυπήσουσιν.

至于阿尔塔薛西斯,他处死了希腊人最可恨、最敌视的宿敌蒂萨弗尼斯,以此一件快事补偿了曾带给希腊人的所有痛苦。而处死此人,乃是因帕吕萨蒂丝参与了对他的诽谤与控告。原来,国王并未将怒火保持太久,而是与母亲达成了和解并将其召回,因为他看出她拥有配得上王权的明慧与气魄,而且彼此间再无任何会使二人在共同相处时互相猜疑或令人生恼的因由隔阂。

§23.2

ἐκ δὲ τούτου πάντα πρὸς χάριν ὑπουργοῦσα βασιλεῖ, καὶ τῷ πρὸς μηδὲν ὧν ἐκεῖνος ἔπραττε δυσκολαίνειν ἔχουσα τὸ δύνασθαι παρʼ αὐτῷ καὶ τυγχάνειν ἁπάντων, ᾔσθετο τῆς ἑτέρας τῶν θυγατέρων, Ἀτόσσης, ἐρῶντος ἔρωτα δεινόν, ἐπικρυπτομένου δὲ διʼ ἐκείνην οὐχ ἥκιστα καὶ κολάζοντος τὸ πάθος, ὥς φασιν ἔνιοι, καίτοι γεγενημένης ἤδη πρὸς τὴν παρθένον ὁμιλίας αὐτῷ λαθραίας.

从此以后,她事事奉迎以顺从国王的心意,又因对国王所为毫无愠色而深得其信任,诸事皆能如愿。她察觉到国王对自己的女儿之一阿托莎怀有极其炽烈的爱恋,并且正如某些人所言,主要是为了顾忌帕吕萨蒂丝才隐瞒并克制着自己的情欲,尽管他与这少女暗中已有往来。

§23.3

ὡς οὖν ὑπώπτευσεν ἡ Παρύσατις, τὴν παῖδα μᾶλλον ἢ πρότερον ἠσπάζετο, καὶ πρὸς τὸν Ἀρτοξέρξην ἐπῄνει τό τε κάλλος αὐτῆς καὶ τὸ ἦθος, ὡς βασιλικῆς καὶ μεγαλοπρεποῦς. τέλος οὖν γῆμαι τὴν κόρην ἔπεισε καὶ γνησίαν ἀποδεῖξαι γυναῖκα, χαίρειν ἐάσαντα δόξας Ἑλλήνων καὶ νόμους, Πέρσαις δὲ νόμον αὐτὸν ὑπὸ τοῦ θεοῦ καὶ δικαιωτὴν αἰσχρῶν καὶ καλῶν ἀποδεδειγμένον.3

因此帕吕萨蒂丝察觉此事后,便比以往更加怜爱这个女孩,并在阿尔塔薛西斯面前盛赞她的美貌与性情,称其具备王室的高贵与大度。最终,她劝服国王迎娶这少女为合法妻子,叫他抛开希腊人的看法与法律,因为神明已立他自己为波斯人的法律,立他为美丑善恶的裁判者。

§23.4

ἔνιοι μέντοι λέγουσιν, ὧν ἐστι καὶ Ἡρακλείδης ὁ Κυμαῖος, οὐ μίαν μόνον τῶν θυγατέρων, ἀλλὰ καὶ δευτέραν, Ἄμηστριν, γῆμαι τὸν Ἀρτοξέρξην, περὶ ἧς ὀλίγον ὕστερον ἀπαγγελοῦμεν. τὴν δʼ Ἄτοσσαν οὕτως ἠγάπησεν ὁ πατὴρ συνοικοῦσαν ὥστε ἀλφοῦ κατανεμηθέντος αὐτῆς τὸ σῶμα δυσχερᾶναι μὲν ἐπὶ τούτῳ μηδʼ ὁτιοῦν, εὐχόμενος δὲ περὶ αὐτῆς τῇ Ἥρᾳ προσκυνῆσαι μόνην θεῶν ἐκείνην, ταῖς χερσὶ τῆς γῆς ἁψάμενος, δῶρά τε τῇ θεῷ τοσαῦτα πέμψαι τοὺς σατράπας καὶ φίλους αὐτοῦ κελεύσαντος4 ὥστε τὰ μεταξὺ τοῦ ἱεροῦ καὶ τῶν βασιλείων ἑκκαίδεκα στάδια χρυσοῦ καὶ ἀργύρου καὶ πορφύρας καὶ ἵππων ἐμπλησθῆναι.

不过,有些人(包括库迈的赫拉克利德斯)指出,阿尔塔薛西斯所迎娶的不仅有这一位女儿,还有第二位女儿阿美斯特里斯,关于她我们稍后再予叙述。父亲极其深爱与自己同榻而居的阿托莎,以至于当白斑病蔓延至她全身时,他对此也未曾生出丝毫嫌恶;他为她向赫拉祈祷,在诸神中只向这位女神双手触地行伏拜之礼,且奉他之命,其总督与亲朋向女神送去如此众多的礼物,以至于在圣所与王宫之间的十六斯塔德之路上,竟全被黄金、白银、紫袍和骏马所填满。

语法注4 条
  1. 23.1ἓν ἀντὶ πάντων ὧν ἐλύπει τοὺς Ἕλληνας

    在关系从句 ὧν ἐλύπει 中,关系代词 ὧν 受先行词 πάντων 的吸引而同化为属格(本应为宾格 ἅ,即 πάντων τούτων ἅ)。在句法上,ἓν 作 εὔφραινε 的内含宾格,与 πάντων 构成对比,意为“以这一件事来补偿此前让希腊人痛苦的诸多往事”。

  2. 23.1ταῖς διαβολαῖς αὐτοῦ τῆς Παρυσάτιδος συνεπιθεμένης

    αὐτοῦ 作 διαβολαῖς 的宾格性属格,意为“对他的指控/诽谤”。全句由属格绝对结构 τῆς Παρυσάτιδος συνεπιθεμένης 构成原因状语,表明是因为帕吕萨蒂丝参与了对他的诽谤攻击。

  3. 23.3χαίρειν ἐάσαντα ... ἀποδεδειγμένον

    宾格分词 ἐάσαντα 与 ἀποδεδειγμένον 与动词 ἔπεισε 后面的不定式(γῆμαι 和 ἀποδεῖξαι)的逻辑主语(即受词阿尔塔薛西斯)保持一致。ἀποδεδειγμένον 表示理由或前提,即“鉴于他本人已被神确立为波斯人的法律”。

  4. 23.5κελεύσαντος

    在 ὥστε 引导的结果从句内,前一个不定式 προσκυνῆσαι 仍以全句主语父亲/国王为主语(配以主格分词 εὐχόμενος、ἁψάμενος),而随后的不定式 πέμψαι 则改以宾格 τοὺς σατράπας καὶ φίλους 为逻辑主语,因此国王下令这一动作便以属格绝对结构(αὐτοῦ κελεύσαντος)来表示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:23.1-23.5