- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:22.1-22.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了阿尔塔薛西斯对安塔尔基达斯的优厚礼遇及其在斯巴达衰败后的凄惨绝食自尽,以及国王接待佩洛皮达斯、伊斯梅尼亚斯和蒂马戈拉斯等其他希腊使节的情形。
διὸ καὶ τοὺς ἄλλους Σπαρτιάτας ἀεὶ βδελυττόμενος ὁ Ἀρτοξέρξης, καὶ νομίζων, ὥς φησι Δείνων, ἀνθρώπων ἁπάντων ἀναιδεστάτους εἶναι, τὸν Ἀνταλκίδαν ὑπερηγάπησεν εἰς Πέρσας ἀναβάντα. καί ποτε λαβὼν ἕνα τῶν ἀνθινῶν στεφάνων καὶ βάψας εἰς μύρον τὸ πολυτελέστατον, ἀπὸ δείπνου ἔπεμψε τῷ Ἀνταλκίδᾳ καὶ πάντες ἐθαύμασαν τὴν φιλοφροσύνην.
因此,阿尔塔薛西斯平日里厌恶其他斯巴达人,正如代农所言,视他们为全人类中最无耻之徒,却对来到波斯的安塔尔基达斯宠遇备至。有一次,他取了一顶花冠,浸入最昂贵的香油中,从宴席上派人送给安塔尔基达斯,所有人都对这份殷勤礼遇赞叹不已。
ἦν δέ, ὡς ἔοικεν, ἐπιτήδειος οὗτος ἐντρυφηθῆναι καὶ τοιοῦτον λαβεῖν στέφανον, ἐξορχησάμενος ἐν Πέρσαις τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν.1 ὁ μὲν γὰρ Ἀγησίλαος, ὡς ἔοικε, πρὸς τὸν εἰπόντα, φεῦ τῆς Ἑλλάδος,2 ὅπου μηδίζουσιν ἡμῖν οἱ Λάκωνες, οὐ μᾶλλον, εἶπεν, οἱ Μῆδοι λακωνίζουσι; τοῦ δὲ ῥήματος ἡ κομψότης τὴν τοῦ πράγματος αἰσχύνην οὐκ ἀφεῖλεν, ἀλλὰ τὴν μὲν ἡγεμονίαν ἀπώλεσαν ἐν Λεύκτροις ἀγωνισάμενοι κακῶς, ἡ δὲ δόξα τῆς Σπάρτης προαπώλετο ταῖς ὁμολογίαις ἐκείναις.
然而,此人似乎正配受到这般玩弄,正配领受这样的花冠,因为他在波斯人面前跳着轻佻之舞,将列奥尼达和卡利克拉蒂达斯的英名抛掷殆尽。因为据说阿格西劳斯曾针对某人的话—— “可叹希腊啊,连我们的拉克代蒙人都在倾向波斯!” 回答说: “难道不更可以说是波斯人倾向拉克代蒙吗?” 但这番话的机智并不能掩盖事情的耻辱;相反,斯巴达人在留克特拉因作战拙劣而丧失了霸权,但斯巴达的声誉早已在那场和约中丧失殆尽了。
ἄχρι μὲν οὖν ἐπρώτευεν ἡ Σπάρτη, ξένον ἐποιεῖτο καὶ φίλον ὠνόμαζεν ἑαυτοῦ τὸν Ἀνταλκίδαν ἐπεὶ δὲ ἡττήθησαν ἐν Λεύκτροις, ταπεινὰ πράττοντες ἐδέοντο μὲν χρημάτων καὶ τὸν Ἀγησίλαον εἰς Αἴγυπτον ἐξέπεμψαν, ὁ δὲ Ἀνταλκίδας ἀνέβη πρὸς τὸν Ἀρτοξέρξην παρακαλῶν ἐπαρκέσαι τοῖς Λακεδαιμονίοις.
只要斯巴达仍居希腊之首,国王便将安塔尔基达斯纳为宾客,称他为自己的朋友;但当他们在留克特拉战败,陷入困顿并急需金钱时,他们便将阿格西劳斯派往埃及,而安塔尔基达斯则去往阿尔塔薛西斯那里,恳求他援助拉刻代蒙人。
ὁ δʼ οὕτως ἐξημέλησε καὶ παρεῖδε καὶ ἀπέρριψεν αὐτόν, ὥστε καταβάντα καὶ χλευαζόμενον ὑπὸ τῶν ἐχθρῶν, φοβούμενον δὲ καὶ τοὺς ἐφόρους, ἀποκαρτερῆσαι. ἀνέβη δὲ πρὸς τὸν βασιλέα καὶ Ἰσμηνίας ὁ Θηβαῖος καὶ Πελοπίδας ἤδη τὴν ἐν Λεύκτροις μάχην νενικηκώς. ἀλλʼ οὗτος μὲν οὐδὲν αἰσχρὸν ἐποίησεν· Ἰσμηνίας δὲ προσκυνῆσαι κελευόμενος ἐξέβαλε πρὸ αὑτοῦ χαμᾶζε τὸν δακτύλιον, εἶτα κύψας ἀνείλετο καὶ παρέσχε δόξαν προσκυνοῦντος.
可是国王却对他如此冷落、忽视和弃绝,以至于他返回后既遭政敌嘲弄,又畏惧监察官,最终绝食自尽。底比斯人伊斯梅尼亚斯以及在留克特拉会战中已经取胜的佩洛皮达斯也去朝见了国王。佩洛皮达斯未行任何可耻之事;伊斯梅尼亚斯被命行伏拜之礼时,便将戒指扔在自己面前的地上,然后弯腰拾起,做出一副俯首伏拜的假象。
Τιμαγόρᾳ δὲ τῷ Ἀθηναίῳ διὰ Βηλούριδος τοῦ γραμματέως εἰσπέμψαντι γραμματίδιον ἀπόρρητον ἡσθεὶς μυρίους τε δαρεικοὺς ἔδωκε, καὶ γάλακτος βοείου δεομένῳ διʼ ἀσθένειαν ὀγδοήκοντα βοῦς ἀμέλγεσθαι παρηκολούθουν3 ἔτι δὲ κλίνην καὶ στρώματα καὶ τοὺς στρωννύντας ἔπεμψεν, ὡς οὐ μεμαθηκότων Ἑλλήνων ὑποστρωννύναι, καὶ φορεῖς τοὺς κομίζοντας αὐτὸν μέχρι θαλάσσης μαλακῶς ἔχοντα.
国王因雅典人蒂马戈拉斯通过秘书官贝卢里斯送进密信而大为欢喜,赏赐他一万达里克金币;又因他染病需要牛奶,便拨了八十头奶牛随行以便挤奶;此外国王还赠予床榻、褥毯和铺床的仆役,理由是希腊人不懂得铺床侍卧之法,并配备了轿夫将虚弱的他护送至海边。
παρόντι δὲ δεῖπνον ἐπέμπετο λαμπρότατον, ὥστε καὶ τὸν ἀδελφὸν τοῦ βασιλέως, Ὀστάνην, ὦ Τιμαγόρα, φάναι, μέμνησο ταύτης τῆς τραπέζης· οὐ γὰρ ἐπὶ μικροῖς οὕτω σοι κεκοσμημένη παράκειται. τοῦτο δʼ ἦν ὀνειδισμὸς εἰς προδοσίαν μᾶλλον ἢ χάριτος ὑπόμνησις. Τιμαγόρου μὲν οὖν διὰ τὴν δωροδοκίαν Ἀθηναῖοι θάνατον κατέγνωσαν.4
在他留居期间,国王赐予他极其丰盛的宴席,以至于国王的兄弟奥斯塔内斯甚至说: “蒂马戈拉斯啊,”他说,“牢记这桌宴席吧;因为它以如此奢华的排场呈现在你面前,绝非是为了微不足道的小事。” 这与其说是唤起恩惠的感激,倒不如说是对叛国罪行的斥责。雅典人最终因受贿罪将蒂马戈拉斯判处死刑。
- 22.2ἐξορχησάμενος ἐν Πέρσαις τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν
动词 ἐξορχέομαι 在此作及物动词转义使用,后接宾格 τὸν Λεωνίδαν καὶ τὸν Καλλικρατίδαν,意为“通过轻浮谄媚的举动抛弃或葬送……的名誉”,指安塔尔基达斯在波斯宫廷的行径践踏了斯巴达历代英雄留下的崇高遗产。
- 22.2φεῦ τῆς Ἑλλάδος
属格 τῆς Ἑλλάδος 是伴随感叹词 φεῦ 的感叹属格(genitive of exclamation),表示悲叹的对象(“可叹希腊啊”),后续由 ὅπου 引导的从句解释其缘由。
- 22.5ὀγδοήκοντα βοῦς ἀμέλγεσθαι παρηκολούθουν
ὀγδοήκοντα βοῦς(八十头牛)是限定动词 παρηκολούθουν(随行、跟从)的主语。被动不定词 ἀμέλγεσθαι 在此表示目的(“以便被挤奶”)。
- 22.6Τιμαγόρου μὲν οὖν διὰ τὴν δωροδοκίαν Ἀθηναῖοι θάνατον κατέγνωσαν
复合动词 καταγιγνώσκω 的标准格支配结构:被判刑的人(蒂马戈拉斯)用属格 Τιμαγόρου,所处的刑罚(死刑)用宾格 θάνατον。
