- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:21.1-21.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔塔薛西斯起用科农与法尔纳巴佐斯,在克尼多斯海战中击溃斯巴达并夺取制海权,进而迫使希腊全境臣服,并裁定了将小亚细亚各城邦割让给波斯的屈辱性的“安塔尔基达斯和约”。
ἐξέβαλε δὲ καὶ τῆς θαλάττης Λακεδαιμονίους Κόνωνι τῷ Ἀθηναίῳ μετὰ Φαρναβάζου στρατηγῷ χρησάμενος. ὁ γὰρ Κόνων διέτριβε μὲν ἐν Κύπρῳ μετὰ τὴν ἐν Αἰγὸς ποταμοῖς ναυμαχίαν, οὐ τὴν ἀσφάλειαν ἀγαπῶν, ἀλλὰ τὴν τῶν πραγμάτων μεταβολὴν, ὥσπερ ἐν πελάγει τροπὴν, περιμένων.
国王还任用雅典人科农与法尔纳巴佐斯一同担任将领,将拉刻代蒙人从海上驱逐出去。原来,科农在埃戈斯波塔米海战之后一直留在塞浦路斯,并非安于偏安苟活,而是在等待局势的转变,正如等待海面上的风向转变一般。
ὁρῶν δὲ καὶ τοὺς ἑαυτοῦ λογισμοὺς δυνάμεως καὶ τὴν βασιλέως δύναμιν ἀνδρὸς ἔμφρονος δεομένην,1 ἔπεμψεν ἐπιστολὴν βασιλεῖ περὶ ὧν διενοεῖτο. καὶ ταύτην ἐκέλευσε τὸν κομίζοντα μάλιστα μὲν ἀποδοῦναι διὰ Ζήνωνος τοῦ Κρητὸς ἢ Πολυκρίτου τοῦ Μενδαίου τούτων δʼ ἦν ὁ μὲν Ζήνων ὀρχηστής, ὁ δὲ Πολύκριτος ἰατρός· ἂν δὲ οὗτοι μὴ παρῶσι, διὰ Κτησίου τοῦ ἰατροῦ.
他看到自己的谋划需要兵力,而国王的兵力正需要一个深谋远虑之人,便给国王写了一封信,陈述自己的打算。他命令送信的人最好通过克里特人芝诺或门德人波吕克里托斯转呈(二人中芝诺是舞者,波吕克里托斯是医生);若他们不在,则通过医生克特西亚斯转交。
λέγεται δὲ ὁ Κτησίας τὴν ἐπιστολὴν λαβὼν παρεγγράψαι τοῖς ὑπὸ τοῦ Κόνωνος ἐπεσταλμένοις ὅπως καὶ Κτησίαν ἀποστείλῃ πρὸς αὑτόν, ὡς ὠφέλιμον ὄντα ταῖς ἐπὶ θαλάσσῃ πράξεσιν. ὁ δὲ Κτησίας αὐτὸν ἀφʼ ἑαυτοῦ βασιλέα φησὶ προσθεῖναι τὴν λειτουργίαν αὐτῷ ταύτην.
据说克特西亚斯收到信后,在科农所书信件中私自添上了一句,请求国王也将克特西亚斯派遣到他那里,理由是他对海战事务大有裨益。但克特西亚斯却声称,是国王自己主动将这一差使委派给他的。
ἀλλʼ ἐπεὶ κρατήσας τῇ περὶ Κνίδον ναυμαχίᾳ διὰ Φαρναβάζου καὶ Κόνωνος ἀφείλετο τὴν κατὰ θάλατταν ἀρχὴν Λακεδαιμονίους,2 ἐπέστρεψε πᾶσαν ὁμοῦ τὴν Ἑλλάδα πρὸς αὑτόν, ὥστε καὶ τὴν περιβόητον εἰρήνην βραβεῦσαι τοῖς Ἕλλησι τὴν ἐπʼ Ἀνταλκίδου προσαγορευομένην.
然而,当国王通过法尔纳巴佐斯和科农在克尼多斯附近的海战中取胜,剥夺了拉刻代蒙人的海上霸权后,他使整个希腊一齐倒向了他,以至于由他为希腊人裁定了那场以安塔尔基达斯命名的臭名昭著的和约。
ὁ δὲ Ἀνταλκίδας Σπαρτιάτης ἦν, Λέοντος υἱός, καὶ σπουδάσας βασιλεῖ διεπράξατο τὰς ἐν Ἀσίᾳ, πόλεις Ἑλληνίδας ἁπάσας καὶ νήσους, ὅσαι προσκυροῦσιν Ἀσίᾳ, παρεῖναι Λακεδαιμονίους αὐτῷ κεκτῆσθαι φόρων ὑποτελεῖς,3 εἰρήνης γενομένης τοῖς Ἕλλησιν, εἰ δεῖ τὴν τῆς Ἑλλάδος ὕβριν καὶ προδοσίαν εἰρήνην καλεῖν, ἧς πόλεμος οὐδεὶς ἀκλεέστερον ἤνεγκε τέλος τοῖς κρατηθεῖσι.
安塔尔基达斯是个斯巴达人,是莱昂之子;他为国王极力奔走,促成了拉刻代蒙人同意将亚洲的所有希腊城邦以及紧邻亚洲的诸多岛屿让给国王占有,充当缴纳贡赋的属民。这是在希腊人缔结和平之际达成的——倘若应当将希腊所受的羞辱与背叛称为和平的话——从未有任何战争给战败者带来过比这更为可耻的结局。
- 21.2ὁρῶν δὲ καὶ τοὺς ἑαυτοῦ λογισμοὺς δυνάμεως καὶ τὴν βασιλέως δύναμιν ἀνδρὸς ἔμφρονος δεομένην
分词 δεομένην(阴性单数)直接与后半部分的 τὴν βασιλέως δύναμιν 搭配,而在前半部分的平行结构 τοὺς ἑαυτοῦ λογισμούς(阳性复数)中,则省略了同根分词 δεομένους(兼并省略/zeugma)。动词 δέομαι 支配属格补足语(δυνάμεως, ἀνδρός)。
- 21.4ἀφείλετο τὴν κατὰ θάλατταν ἀρχὴν Λακεδαιμονίους
表示剥夺的动词 ἀφαιρέομαι 构成的双宾格结构:一个为人身宾格(被剥夺者 Λακεδαιμονίους),另一个为事物宾格(被剥夺之物 τὴν κατὰ θάλατταν ἀρχήν)。
- 21.5παρεῖναι Λακεδαιμονίους αὐτῷ κεκτῆσθαι φόρων ὑποτελεῖς
附属于主动词 διεπράξατο 的复合不定式结构。宾格 Λακεδαιμονίους 作 παρεῖναι(让步、容许)的逻辑主语,而补足不定式 κεκτῆσθαι(占有)则以与格代词 αὐτῷ(指波斯国王)为其逻辑动作主体,整体构成“促使拉刻代蒙人容许波斯国王将其占有”的多重不定式从属链。
