← 普鲁塔克

阿尔塔薛西斯传

§20.1-20.4

阿格西劳斯远征小亚细亚与波斯的行贿策反

随小居鲁士远征的希腊雇佣军安然撤退暴露了波斯的虚弱,斯巴达国王阿格西劳斯借机出兵亚洲屡立战功,但阿尔塔薛西斯用金钱收买希腊各邦挑起战火,迫使其撤兵。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§20.1

ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν ὁ βασιλεὺς οὐδὲν ἧττον ἢ Κύρου περιγενέσθαι καί τὴν βασιλείαν κατασχεῖν οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καί τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες ἐξ αὑτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν,1 ἐξελέγξαντες καί ἀποφήναντες τὰ Περσῶν καί βασιλέως πράγματα χρυσὸν ὄντα πολὺν καί τρυφὴν καί γυναῖκας, τὰ δὲ ἄλλα τῦφον καί ἀλαζονείαν, πᾶσα μὲν ἡ Ἑλλὰς ἐξεθάρρησε καί κατεφρόνησε τῶν βαρβάρων, Λακεδαιμονίοις δὲ καί δεινὸν ἐφαίνετο μὴ νῦν γε δουλείας ἐξελέσθαι2 τοὺς τὴν Ἀσίαν κατοικοῦντας Ἕλληνας μηδὲ παῦσαι προπηλακιζομένους ὑπʼ αὑτῶν, πρότερον δὲ διὰ Θίμβρωνος, εἶτα διὰ Δερκυλλίδου πολεμοῦντες, οὐδὲν δὲ πράττοντες ἀξιόλογον, Ἀγησιλάῳ τῷ βασιλεῖ τὸν πόλεμον ἐπέτρεψαν.

当国王热切希望俘获随小居鲁士进军的希腊人,其急迫程度绝不下于战胜小居鲁士并掌握王位,最终却未能捕获他们;相反,希腊人在失去了领袖小居鲁士以及他们自己的将领之后,几乎是从王宫本身安然逃生,并揭露且证明了波斯人与国王的虚实不过是充斥着大量的黄金、奢靡与妇人,其余尽是浮华与虚妄,于是全希腊都士气大振,看轻这些蛮族;而对拉刻代蒙人来说,若不在此时将居住在亚洲的希腊人从奴役中解救出来,并不制止他们遭受蛮族的肆意凌辱,简直是奇耻大辱。他们先前曾通过钦布隆、随后又通过德尔居利达斯进行战争,却未取得任何显著成效,于是将战事托付给国王阿格西劳斯。

§20.3

ὁ δὲ περαιωθεὶς ναυσὶν εἰς Ἀσίαν εὐθὺς ἦν ἐνεργὸς καί δόξαν εἶχε μεγάλην καί Τισσαφέρνην παραταξάμενος ἐνίκησε καί τὰς πόλεις ἀφίστη. τούτων δὲ γενομένων συμφρονήσας ὁ Ἀρτοξέρξης ὃν τρόπον αὐτοῖς ἐστι πολεμητέον, ἔπεμψε Τιμοκράτην τὸν Ῥόδιον εἰς τὴν Ἑλλάδα χρυσίον πολὺ κομίζοντα, διδόναι καί διαφθείρειν τοὺς πλεῖστον ἐν ταῖς πόλεσι δυναμένους κελεύσας, καί πόλεμον Ἑλληνικὸν κινεῖν ἐπὶ τὴν Λακεδαίμονα.

阿格西劳斯率船队渡海来到亚洲后,立即积极行动并赢得了极大的声誉;他在会战中击败了蒂萨弗尼斯,并使各城邦纷纷叛离波斯。在这些事情发生之后,阿尔塔薛西斯深思应以何种方式同他们作战,便派遣罗得斯岛的提摩克拉提斯携重金前往希腊,命他将金钱分发并收买各城邦中最具实权的人物,挑起希腊人反对拉刻代蒙的内战。

§20.4

τοῦ δὲ Τιμοκράτους ταῦτα πράττοντος καί τῶν μεγίστων πόλεων συνισταμένων καί τῆς Πελοποννήσου διαταραττομένης, μετεπέμποντο τὸν Ἀγησίλαον ἐκ τῆς Ἀσίας οἱ ἄρχοντες, ὅτε δὴ καί φασιν αὐτὸν ἀπιόντα πρὸς τοὺς φίλους εἰπεῖν ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως·3 τὸ γὰρ Περσικὸν νόμισμα τοξότην ἐπίσημον εἶχεν.

随着提摩克拉提斯执行这一使命,最强大的诸城邦结成同盟,伯罗奔尼撒半岛陷入动荡,执政官们便从亚洲召回阿格西劳斯。据说正是在此时,他在离去之际对朋友们说,自己是被国王用三万名弓箭手逐出亚洲的;因为波斯钱币上铸有弓箭手的印记。

语法注3 条
  1. 20.1ἐπεὶ δὲ τοὺς Κύρῳ συναναβάντας Ἕλληνας σπουδάσας λαβεῖν ὁ βασιλεὺς οὐδὲν ἧττον ἢ Κύρου περιγενέσθαι καί τὴν βασιλείαν κατασχεῖν οὐκ ἔλαβεν, ἀλλὰ Κῦρον τὸν ἡγεμόνα καί τοὺς αὑτῶν στρατηγοὺς ἀποβαλόντες ἐξ αὑτῶν μονονουχὶ τῶν βασιλείων ἐσώθησαν

    此处出现主语转换导致的破格句(anacoluthon)。句首时间状语从句 ἐπεὶ δὲ ... οὐκ ἔλαβεν 以 ὁ βασιλεὺς(国王)为主语,但在 ἀλλά 之后,为了形成转折对照,句式直接转向以希腊军团为主语,承接主格复数分词 ἀποβαλόντες 与谓语动词 ἐσώθησαν。

  2. 20.2δεινὸν ἐφαίνετο μὴ νῦν γε δουλείας ἐξελέσθαι

    由评价性表达 δεινὸν ἐφαίνετο(“显得无法容忍/奇耻大辱”)支配带否定词 μή 的不定式短语。在表达强烈情感或道德判断的词语后,不定式常带 μή,表示“若不在此时将……解救出来,简直令人难以接受”。

  3. 20.4ὡς τρισμυρίοις τοξόταις ἐξελαύνοιτο τῆς Ἀσίας ὑπὸ βασιλέως

    间接引语中的祈愿法(ἐξελαύνοιτο),在历史时态(εἰπεῖν)之后替代了原本的直陈法(ἐξελαύνομαι)。τρισμυρίοις τοξόταις 为手段/工具与格,正如后一句所解释,这是对铸有弓箭手图案的三万枚大流克金币的双关修辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:20.1-20.4