- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:19.1-19.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕律萨梯丝出于权力争斗,利用涂毒小刀剖鸟的诡计毒杀了斯塔特伊拉;国王阿尔塔薛西斯彻查此事后处决了从犯吉吉斯,并将母亲帕律萨梯丝流放至巴比伦。
ἡ δʼ οὖν Παρύσατις, μίσους τε πρὸς τὴν Στάτειραν ἐξ ἀρχῆς ὑποκειμένου καὶ ζηλοτυπίας, ὁρῶσα τὴν μὲν αὑτῆς δύναμιν αἰδουμένου βασιλέως καὶ τιμῶντος οὖσαν,1 τὴν δʼ ἐκείνης ἔρωτι καὶ πίστει βέβαιον καὶ ἰσχυράν, ἐπεβούλευσεν ὑπὲρ τῶν μεγίστων, ὡς ᾤετο, παραβαλλομένη.
无论如何,帕律萨梯丝起初就对斯塔特伊拉怀有仇恨与嫉妒,眼见自己的权势建立在国王的敬重与礼遇之上,而斯塔特伊拉的权势却因爱情与信赖而牢固强大,便孤注一掷,如她所料想的那样,押上了最大的赌注来进行谋害。
θεράπαιναν εἶχε πιστὴν καὶ δυναμένην παρʼ αὐτῇ μέγιστον ὄνομα Γίγιν, ἣν ὁ μὲν Δείνων ὑπουργῆσαι τῇ φαρμακείᾳ φησί, συγγνῶναι δὲ μόνον ἄκουσαν ὁ Κτησίας. τὸν δὲ δόντα τὸ φάρμακον οὗτος μὲν ὀνομάζει Βελιτάραν, ὁ δὲ Δείνων Μελάνταν. ἐκ δὲ τῆς πρόσθεν ὑποψίας καὶ διαφορᾶς ἀρξάμεναι πάλιν εἰς τὸ αὐτὸ φοιτᾶν καὶ συνδειπνεῖν ἀλλήλαις, ὅμως τῷ δεδιέναι καὶ φυλάττεσθαι τοῖς αὐτοῖς σιτίοις καὶ ἀπὸ τῶν αὐτῶν ἐχρῶντο.
她有一个忠心耿耿且在她身边权势最大的侍女,名叫吉吉斯;迪农称此女协助了下毒,而克特西亚斯则说她只是违心地知情而已。至于提供毒药的人,克特西亚斯称其为贝利塔拉斯,而迪农则称其为梅兰塔斯。两位女眷在先前的猜忌与不和之后,虽又开始往来一处、共进晚餐,但出于恐惧与戒备,她们依然食用相同的食物,并从相同的餐盘中取食。
γίνεται δὲ μικρὸν ἐν Πέρσαις ὀρνίθιον, ᾧ περιττώματος οὐδέν ἐστιν, ἀλλʼ ὅλον διάπλεων πιμελῆς τὰ ἐντός· καὶ νομίζουσιν ἀνέμῳ καὶ δρόσῳ τρέφεσθαι τὸ ζῷον ὀνομάζεται δὲ ῥυντάκης. τοῦτό φησιν ὁ Κτησίας μικρᾷ μαχαιρίδι κεχρισμένῃ τῷ φαρμάκῳ κατὰ θάτερα τὴν Παρύσατιν διαιροῦσαν ἐκμάξαι τῷ ἑτέρῳ μέρει τὸ φάρμακον·2 καὶ τὸ μὲν ἄχραντον καὶ καθαρὸν εἰς τὸ στόμα βαλοῦσαν αὐτὴν ἐσθίειν, δοῦναι δὲ τῇ Στατείρᾳ πεφαρμαγμένον·
在波斯有一种体型很小的小鸟,它没有任何排泄物,腹腔内尽是脂肪;人们认为这种生灵是吸食清风与朝露长大的,它的名字叫作“隆塔克斯”。克特西亚斯说,帕律萨梯丝用一把仅在一面涂有毒药的小刀将这只鸟剖开,把毒药擦拭在其中一部分上;随后她将未染毒药、洁净无瑕的一半送入口中吃下,而将浸了毒药的另一半递给斯塔特伊拉。
ὁ δὲ Δείνων οὐ τὴν Παρύσατιν, ἀλλὰ τὸν Μελάνταν τέμνοντα τῷ μαχαιρίῳ τὰ φαρμασσόμενα τῶν κρεῶν τιθέναι κατὰ τὴν Στάτειραν. ἀποθνῄσκουσα δʼ οὖν ἡ γυνὴ μετὰ πόνων μεγάλων καὶ σπαραγμῶν αὐτή τε συνῃσθάνετο τοῦ κακοῦ καὶ βασιλεῖ παρέσχεν ὑποψίαν κατὰ τῆς μητρός, εἰδότι τὸ θηριῶδες αὑτῆς καὶ δυσμείλικτον.
然而迪农却说,并非帕律萨梯丝亲自动手,而是梅兰塔斯用小刀切肉,将涂有毒药的肉块摆在斯塔特伊拉面前。无论如何,这位女子在剧痛与抽搐中濒于死亡,她自己察觉到了这一恶行,并使深知母亲残忍冷酷性格的国王对母亲产生了怀疑。
ὅθεν εὐθὺς ἐπὶ τὴν ζήτησιν ὁρμήσας τοὺς μὲν ὑπηρέτας καὶ τραπεζοκόμους τῆς μητρὸς συνέλαβε καὶ κατεστρέβλωσε, τὴν δὲ Γίγιν ἡ Παρύσατις πολὺν χρόνον εἶχεν οἴκοι μεθʼ αὑτῆς καὶ βασιλέως ἐξαιτοῦντος οὐκ ἔδωκεν, ἀλλʼ ὕστερον αὑτῆς δεηθείσης εἰς τὸν οἶκον ἀφεθῆναι νυκτός,3 αἰσθόμενος καὶ λόχον ὑφεὶς συνήρπασε καὶ κατέγνω θάνατον.
于是国王立即着手调查,抓捕并拷打了母亲的仆役和膳食随从;但帕律萨梯丝长久地将吉吉斯藏在自己府中,国王索要时也不予交出。然而后来,吉吉斯自己请求在夜间回自己的住处,国王探知此事并设下埋伏,将她捕获并判处死刑。
ἀποθνῄσκουσι δὲ οἱ φαρμακεῖς ἐν Πέρσαις κατὰ νόμον οὕτως· λίθος ἐστὶ πλατύς, ἐφʼ οὗ τὴν κεφαλὴν καταθέντες αὐτῶν ἑτέρῳ λίθῳ παίουσι καὶ πιέζουσιν, ἄχρι οὗ συνθλάσωσι τὸ πρόσωπον καὶ τὴν κεφαλήν, ἡ μὲν οὖν Γίγις οὕτως ἀπέθανε, τὴν δὲ Παρύσατιν ὁ Ἀρτοξέρξης ἄλλο μὲν οὐδὲν οὔτε εἶπε κακὸν οὔτε ἐποίησεν, εἰς δὲ Βαβυλῶνα βουλομένην ἐξέπεμψεν εἰπὼν, ἕως ἐκείνη περίεστιν αὐτὸς οὐκ ὄψεσθαι Βαβυλῶνα, τὰ μὲν κατὰ τὴν οἰκίαν οὕτως εἶχεν.
波斯法律对投毒者的处决方式如下:有一块扁平的石头,行刑者将犯人的头颅置于其上,用另一块石头击打并挤压,直至将面部与头颅彻底粉碎。吉吉斯便是如此死去的;而阿尔塔薛西斯对帕律萨梯丝既未出恶言,也未施加其他惩罚,只是顺应其意愿将她遣送往巴比伦,并声称只要她尚在人世,自己就绝不再见巴比伦。宫廷内的事务大致便是如此。
- 19.1αἰδουμένου βασιλέως καὶ τιμῶντος οὖσαν
属格分词短语 αἰδουμένου βασιλέως καὶ τιμῶντος 用作 οὖσαν(其宾格主语为 τὴν αὑτῆς δύναμιν)的表语。该属格表示所属或依从(即“归因于/取决于国王的敬畏与重用”)。
- 19.3ἐκμάξαι τῷ ἑτέρῳ μέρει τὸ φάρμακον
动词 ἐκμάσσω 意为“擦拭掉”或“涂抹上”。此处指通过带毒的刀刃一面切割鸟肉,将毒药“擦涂/印在另一半鸟肉(τῷ ἑτέρῳ μέρει)上”。
- 19.5αὑτῆς δεηθείσης εἰς τὸν οἶκον ἀφεθῆναι νυκτός
属格独立结构。反身代词 αὑτῆς 指的是吉吉斯本人(而非前文的帕律萨梯丝),意为吉吉斯自己请求在夜间被放回自己的住处。
