← 普鲁塔克

阿尔塔薛西斯传

§1.1-1.2

阿尔塔薛西斯二世的世系与兄弟

普鲁塔克概述了长手阿尔塔薛西斯一世与作为传主的阿尔塔薛西斯二世(姆涅蒙)的血缘及兄弟,并引述克特西亚斯与狄农解释居鲁士与阿尔塔薛西斯早先姓名的由来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ὁ μὲν πρῶτος Ἀρτοξέρξης, τῶν ἐν Πέρσαις βασιλέων πραότητι καὶ μεγαλοψυχίᾳ πρωτεύσας, Μακρόχειρ ἐπεκαλεῖτο τὴν δεξιὰν μείζονα τῆς ἑτέρας ἔχων, Ξέρξου δὲ ἦν υἱός· ὁ δὲ δεύτερος, περὶ οὗ τάδε γράφεται, Μνήμων ἐπικληθείς ἐκ θυγατρὸς ἦν ἐκείνου.1 Δαρείου γὰρ καὶ Παρυσάτιδος παῖδες ἐγένοντο τέσσαρες, πρεσβύτατος μὲν Ἀρτοξέρξης, μετʼ ἐκεῖνον δὲ Κῦρος, νεώτεροι δὲ τούτων Ὀστάνης καὶ Ὀξάθρης.

第一位阿尔塔薛西斯,在波斯诸王中以温厚与心胸开阔著称,因右手长于另一手而被唤作“长手”(玛克罗海尔),他是薛西斯的儿子;而这里所记述的第二位,被称作“记忆者”(姆涅蒙),是从那前一位的女儿所出。盖大流士与帕律萨梯丝共生有四子,最长的是阿尔塔薛西斯,其次是居鲁士,比他们年轻的是奥斯塔涅斯和奥克萨特雷斯。

§1.2

ὁ μὲν οὖν Κῦρος ἀπὸ Κύρου τοῦ παλαιοῦ τοὔνομα ἔσχεν, ἐκείνῳ δὲ ἀπὸ τοῦ ἡλίου γενέσθαι φασί Κῦρον γὰρ καλεῖν Πέρσας τὸν ἥλιον. ὁ δὲ Ἀρτοξέρξης Ἀρσίκας πρότερον ἐκαλεῖτο· καίτοι Δείνων φησὶν ὅτι Ὀάρσης, ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἆλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν πυλαίαν, οὐκ εἰκός ἐστιν ἀγνοεῖν2 τοὔνομα τοῦ βασιλέως παρʼ ᾧ διέτριβε θεραπεύων αὐτὸν καὶ γυναῖκα καὶ μητέρα καὶ παῖδας.

居鲁士的名字取自古居鲁士,而人们说那人〔的名字〕源自太阳;因为波斯人把太阳称为居鲁士。阿尔塔薛西斯先前则叫作阿尔西卡斯;尽管狄农说叫奥阿尔塞斯,但克特西亚斯即便在其他方面把各种难以置信且发狂的神话杂凑填塞于书中,也不大可能不知道这位国王的名字——他曾留在其身边,照料国王本人及其妻子、母亲和孩子。

语法注2 条
  1. 1.1ἐκ θυγατρὸς ἦν ἐκείνου

    属格 ἐκείνου 指代前文的阿尔塔薛西斯一世。与介词短语 ἐκ θυγατρός(出自其女)连用,意即“他是那前一位的女儿所生之子(即通过帕律萨梯丝所出的外孙)”。

  2. 1.2ἀλλὰ τὸν Κτησίαν, εἰ καὶ τἆλλα μύθων ἀπιθάνων καὶ παραφόρων ἐμβέβληκεν εἰς τὰ βιβλία παντοδαπὴν πυλαίαν, οὐκ εἰκός ἐστιν ἀγνοεῖν

    位于句首的宾格 τὸν Κτησίαν 越过了插入的让步从句 εἰ καὶ...,作为由非人称句 οὐκ εἰκός ἐστιν 所引出的不定式 ἀγνοεῖν 的逻辑主语。短语 παντοδαπὴν πυλαίαν(如各类集会般的杂凑)作为带属格 μύθων 的比喻性宾语,形象地指涉塞入书中的荒诞神话之大杂烩。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:1.1-1.2