- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:18.1-18.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
普鲁塔克援引克特西亚斯的记载,讲述了克利阿科斯被俘后受到的照料、其遇害经过,以及帕律萨梯丝因此毒杀斯塔特伊拉的说辞,但批评这些说法以及关于克利阿科斯尸体奇迹的描写纯属不可信的夸张与附会。
ἐπεὶ δὲ Κλέαρχον καὶ τοὺς ἄλλους στρατηγοὺς Τισαφέρνης ἐξηπάτησε καὶ παρεσπόνδησεν ὅρκων γενομένων καὶ συλλαβὼν ἀνέπεμψεν ἐν πέδαις δεδεμένους, δεηθῆναί φησιν αὐτοῦ τὸν Κλέαρχον ὁ Κτησίας ὅπως κτενὸς εὐπορήσειε. τυχόντα δὲ καὶ τημελήσαντα τὴν κεφαλήν ἡσθῆναί τε τῇ χρείᾳ καὶ τὸν δακτύλιον αὐτῷ δοῦναι, σύμβολον φιλίας πρὸς τοὺς ἐν Λακεδαίμονι συγγενεῖς καὶ οἰκείους· εἶναι δὲ γλυφὴν ἐν τῇ σφραγῖδι Καρυάτιδας ὀρχουμένας.
当提萨斐尼违背誓言欺骗了克利阿科斯及其他将领,并将他们逮捕、戴上镣铐押送上来时,克特西亚斯说,克利阿科斯曾请求他为自己弄一把梳子。克利阿科斯得到梳子并打理好头发后,对他的效劳深感满意,便将自己的戒指赠予他,作为向拉刻代蒙的亲眷戚友致意的友谊信物;而印章上的雕饰是起舞的卡律亚少女。
τὰ δὲ πεμπόμενα σιτία τῷ Κλεάρχῳ τοὺς συνδεδεμένους στρατιώτας ἀφαιρεῖσθαι καὶ καταναλίσκειν, ὀλίγα τῷ Κλεάρχῳ διδόντας ἀπʼ αὐτῶν, ἰάσασθαι δὲ καὶ τοῦτό φησιν ὁ Κτησίας, πλείονα τῷ Κλεάρχῳ πέμπεσθαι διαπραξάμενος, ἰδίᾳ δὲ ἕτερα τοῖς στρατιώταις δίδοσθαι· καὶ ταῦτα μὲν ὑπουργῆσαι καὶ παρασχεῖν χάριτι καὶ γνώμῃ τῆς Παρυσάτιδος.
此外,送给克利阿科斯的口粮,总被同被囚禁的士兵夺去吃尽,他们只从其中分给克利阿科斯极少的一部分。克特西亚斯说自己也解决了此事:他设法让人给克利阿科斯送去更多口粮,另行单独向士兵分发其他食物;而他能够提供并促成这些帮助,全凭帕律萨梯丝的恩宠与首肯。
πεμπομένου δὲ καθʼ ἡμέραν τῷ Κλεάρχῳ κωλῆνος ἐπὶ τοῖς σιτίοις, παρακαλεῖν αὐτὸν καὶ διδάσκειν1 ὡς χρὴ μικρὸν εἰς τὸ κρέας ἐμβαλόντα μαχαίριον ἀποκρύψαντα πέμψαι καὶ μὴ περιιδεῖν ἐν τῇ βασιλέως ὠμότητι τὸ τέλος αὐτοῦ γενόμενον· αὐτὸς δὲ φοβούμενος μὴ ἐθελῆσαι, βασιλέα δὲ τῇ μὲν μητρὶ παραιτουμένῃ μὴ κτεῖναι τὸν Κλέαρχον ὁμολογῆσαι καὶ ὀμόσαι· πεισθέντα δὲ αὖθις ὑπὸ τῆς Στατείρας ἀποκτεῖναι πάντας πλὴν Μένωνος.
在每日除口粮外还给克利阿科斯送去一条兽腿肉时,克利阿科斯敦促并叮嘱他,应当将一把小匕首塞入肉中藏好送去,切莫坐视自己在国王的残暴中走向末日。但他自己出于畏惧而未肯应允。而国王虽然在为其求情的母亲面前应允并起誓不杀克利阿科斯,后来却又听信了斯塔特伊拉的话,将除梅农外的所有人尽数处死。
ἐκ δὲ τούτου τὴν Παρύσατιν ἐπιβουλεῦσαι τῇ Στατείρᾳ καὶ συσκευάσασθαι τὴν φαρμακείαν κατʼ αὐτῆς, οὐκ εἰκότα λέγων, ἀλλὰ πολλὴν ἀλογίαν ἔχοντα τῆς αἰτίας,2 εἰ δεινὸν ἔργον οὕτως ἔδρασε καὶ παρεκινδύνευσεν ἡ Παρύσατις διὰ Κλέαρχον, ἀνελεῖν τολμήσασα τὴν γνησίαν βασιλέως γυναῖκα καὶ τέκνων κοινωνὸν ἐπὶ βασιλείᾳ τρεφομένων.
克特西亚斯称,帕律萨梯丝正是因此而谋害斯塔特伊拉,并策划了针对她的下毒;这一说法并不可信,其归结的原因更是大有违背常理之处——倘若帕律萨梯丝真为了克利阿科斯而做出如此骇人的恶行并冒此大险,竟敢去杀害国王的正妻以及为继承王位而抚育的子嗣之母。
ἀλλὰ ταῦτα μὲν οὐκ ἄδηλον ὡς ἐπιτραγῳδεῖται τῇ Κλεάρχου μνήμῃ, καὶ γὰρ ἀναιρεθέντων φησὶ τῶν στρατηγῶν τοὺς μὲν ἄλλους ὑπὸ κυνῶν σπαράττεσθαι καὶ ὀρνέων, τῷ δὲ Κλεάρχου νεκρῷ θύελλαν ἀνέμου γῆς θῖνα πολλὴν φέρουσαν ἐπιχῶσαι καὶ ἐπικρύψαι τὸ σῶμα· φοινίκων δέ τινων διασπαρέντων ὀλίγῳ χρόνῳ θαυμαστὸν ἄλσος ἀναφῦναι καὶ κατασκιάσαι τὸν τόπον, ὥστε καὶ βασιλεῖ σφόδρα μεταμέλειν, ὡς ἄνδρα θεοῖς φίλον ἀνῃρηκότι τὸν Κλέαρχον.3
然而,显而易见,这些描写不过是为了悼念克利阿科斯而作的夸张渲染。因为克特西亚斯还声称,将领们被处决后,其他人的尸身均被恶犬和禽鸟撕碎,唯独狂风掀起巨量的沙土覆上了克利阿科斯的遗体,将其遮埋;且散落的一些海枣核在短短时间内便长成一片奇妙的树林,遮蔽了那片土地,以致连国王也深感后悔,自责诛杀了克利阿科斯这位受诸神眷顾之人。
- 18.3παρακαλεῖν αὐτὸν καὶ διδάσκειν
间接引语中不定式 παρακαλεῖν 与 διδάσκειν 的逻辑主语是承前而来的克利阿科斯,而宾语 αὐτὸν 指克特西亚斯。紧接着叙述的请求内容(将小匕首塞入肉中送来,以求免遭酷刑)清楚地表明是身陷囹圄的克利阿科斯在向克特西亚斯提出请求。
- 18.4οὐκ εἰκότα λέγων, ἀλλὰ πολλὴν ἀλογίαν ἔχοντα τῆς αἰτίας
这是作者普鲁塔克对克特西亚斯说辞的插话评论。分词 λέγων 为主格阳性单数,修饰克特西亚斯;它支配了两个并列的中性复数宾格宾语:οὐκ εἰκότα 与 πολλὴν ἀλογίαν ἔχοντα。属格 τῆς αἰτίας 依附于 ἀλογίαν,作指涉或说明性属格(“在起因方面具有极大的荒谬性”)。
- 18.5ὡς ἄνδρα θεοῖς φίλον ἀνῃρηκότι τὸν Κλέαρχον
与格分词 ἀνῃρηκότι 与前文非人称动词 μεταμέλειν 所支配的与格人称 βασιλεῖ 保持一致。连词 ὡς 引导主观理由(“以为/自责杀害了……”),分词的宾语 ἄνδρα θεοῖς φίλον(“受诸神眷顾之人”)与专有名词 τὸν Κλέαρχον 构成同位语。
