← 普鲁塔克

阿尔塔薛西斯传

§17.1-17.6

帕律萨梯丝的骰戏圈套与玛萨巴梯斯之刑

帕律萨梯丝通过掷骰赌局设计阿尔塔薛西斯赢取了宦官玛萨巴梯斯,并将其活活剥皮处决,引发了国王的隐忍悔恨与斯塔特伊拉的公开愤慨。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§17.1

λοιπὸς δʼ ἦν τῇ Παρυσάτιδι σκοπὸς ὁ τὴν κεφαλὴν ἀποτεμὼν καὶ τὴν χεῖρα τοῦ Κύρου Μασαβάτης, βασιλέως εὐνοῦχος, ὡς οὖν αὐτὸς οὐδεμίαν καθʼ ἑαυτοῦ λαβὴν παρεδίδου, τοιοῦτον ἐπιβουλῆς τρόπον ἡ Παρύσατις συνέθηκεν.

对于帕律萨梯丝而言,剩下的目标便是砍下居鲁士头颅与手的玛萨巴梯斯,一位国王的宦官。由于他自身未曾露出任何让人抓到把柄的破绽,帕律萨梯丝便策划了如下的阴谋。

§17.2

ἦν τά τε ἄλλα θυμόσοφος γυνὴ καὶ δεινὴ κυβεύειν διὸ καὶ βασιλεῖ πρὸ τοῦ πολέμου πολλάκις συνεκύβευε μετὰ δὲ τὸν πόλεμον διαλυθεῖσα πρὸς αὐτόν οὐκ ἔφευγε τὰς φιλοφροσύνας, ἀλλὰ καὶ συνέπαιζε καὶ τῶν ἐρωτικῶν ἐκοινώνει συμπράττουσα καὶ παροῦσα, καὶ ὅλως μικρότατον αὐτοῦ τῇ Στατείρᾳ μετεδίδου χρῆσθαι καὶ συνεῖναι,1 μισοῦσά τε μάλιστα πάντων ἐκείνην καὶ μέγιστον αὐτὴ βουλομένη δύνασθαι.

她在其他方面本就是个聪慧过人的妇人,且精于掷骰下赌。因此早在战前,她就屡次与国王同掷骰子;而在战后,在与国王重归于好之后,她不仅不避其恩宠,反而同他嬉戏玩乐,参与其情事,从中奔走陪奉。她极端憎恨斯塔特伊拉,一心想让自己拥有最大的权势,因而极力排挤,使斯塔特伊拉极少有与国王相聚相伴的机会。

§17.3

λαβοῦσα δή ποτε τὸν Ἀρτοξέρξην ὡρμημένον ἀλύειν σχολῆς οὔσης προὐκαλεῖτο περὶ χιλίων δαρεικῶν κυβεῦσαι· καὶ κυβεύοντα περιεῖδε νικῆσαι2 καὶ τὸ χρυσίον ἀπέδωκε, προσποιουμένη δὲ ἀνιᾶσθαι καὶ φιλονεικεῖν ἐκέλευσεν αὖθις ἐξ ἀρχῆς περὶ εὐνούχου διακυβεῦσαι· κἀκεῖνος ὑπήκουσε.

有一次,她趁阿尔塔薛西斯闲来无事、正欲寻欢作乐之际,向他提议以一千达里克金币为注掷骰博弈。下注掷骰时,她故意放任他赢,并照付了金币;随后她装出一副懊恼且好胜心切的模样,要求重新以一名宦官为赌注再博一局,而国王也同意了。

§17.4

ποιησάμενοι δὲ συνθήκας πέντε μὲν ἑκάτερον ὑπεξελέσθαι τοὺς πιστοτάτους, ἐκ δὲ τῶν λοιπῶν ὃν ἂν ὁ νικῶν ἕληται, δοῦναι τὸν ἡττώμενον,3 ἐπὶ τούτοις ἐκύβευον. σφόδρα δὴ γενομένη πρὸς τῷ πράγματι καὶ σπουδάσασα περὶ τὴν παιδιάν, εὖ δέ πως αὐτῇ καὶ τῶν κύβων πεσόντων, νικήσασα λαμβάνει τὸν Μασαβάτην οὐ γὰρ ἦν ἐν τοῖς ὑπεξῃρημένοις.

两人立下契约:各自挑选出自己最信任的五名仆从加以排除,从其余的人当中,胜者挑选谁,败者便须交出谁。他们便依此条件掷骰。帕律萨梯丝全身心投入此事,极其认真地博弈,加之骰子也颇为巧合地有利于她,于是获胜并赢得了玛萨巴梯斯,因为他并不在被排除的仆从之列。

§17.5

καὶ πρὶν ἐν ὑποψίᾳ, γενέσθαι βασιλέα τοῦ πράγματος ἐγχειρίσασα τοῖς ἐπὶ τῶν τιμωριῶν προσέταξεν ἐκδεῖραι ζῶντα, καὶ τὸ μὲν σῶμα πλάγιον διὰ τριῶν σταυρῶν ἀναπῆξαι, τὸ δὲ δέρμα χωρὶς διαπατταλεῦσαι. γενομένων δὲ τούτων καὶ βασιλέως χαλεπῶς φέροντος καὶ παροξυνομένου πρὸς αὐτήν, εἰρωνευομένη μετὰ γέλωτος, ὡς ἡδύς, ἔφασκεν, εἶ καὶ μακάριος, εἰ χαλεπαίνεις διὰ γέροντα πονηρὸν εὐνοῦχον,4 ἐγὼ δὲ χιλίους ἐκκυβευθεῖσα δαρεικοὺς σιωπῶ καὶ στέργω.

在国王对此事起疑之前,她已将此人交给了掌管刑罚的刽子手,下令将他活活剥皮,把尸首横向钉在三根木桩上刺穿示众,而皮囊则另行用木橛张开钉好。此事办妥后,国王大为难堪,向她大发雷霆,她却带着笑意嘲讽地说道: “您是多么和善、 多么福气之人啊, 竟然为了一个邪恶的宦官老头而动怒;而我在赌局上输掉了一千达里克金币,却还默不作声、安然顺受呢。”

§17.6

βασιλεὺς μὲν οὖν ἐφʼ οἷς ἐξηπατήθη μεταμελόμενος ἡσυχίαν ἦγεν, ἡ δὲ Στάτειρα καὶ πρὸς τἆλλα φανερῶς ἠναντιοῦτο καὶ τούτοις ἐδυσχέραινεν, ὡς ἄνδρας εὐνούχους καὶ πιστοὺς βασιλεῖ διὰ Κῦρον ὠμῶς καὶ παρανόμως ἀπολλυούσης αὐτῆς.

国王因受骗而深感懊悔,只得隐忍不言;然而斯塔特伊拉不仅在其他事情上公然与她作对,对这一行径也深恶痛绝,指责她竟为了居鲁士之故,残酷而不法地残害效忠于国王的宦官。

语法注4 条
  1. 17.2μικρότατον αὐτοῦ τῇ Στατείρᾳ μετεδίδου χρῆσθαι καὶ συνεῖναι

    动词 μετεδίδου 带部分属格(αὐτοῦ,指国王)和与格(τῇ Στατείρᾳ)。后面的两个不定式 χρῆσθαι 与 συνεῖναι 起说明性(附加说明)作用,表示分享的范围或目的,意为“极少分给斯塔特伊拉与他相处陪伴(的机会)”。

  2. 17.3καὶ κυβεύοντα περιεῖδε νικῆσαι

    动词 περιεῖδε(“听任、放任”)在此后接不定式 νικῆσαι 而非常见的补充分词,表意为容许或故意让他取胜。分词 κυβεύοντα 则作为宾语补充说明国王(“正在掷骰的他”)。

  3. 17.4ποιησάμενοι δὲ συνθήκας πέντε μὲν ἑκάτερον ὑπεξελέσθαι τοὺς πιστοτάτους, ἐκ δὲ τῶν λοιπῶν ὃν ἂν ὁ νικῶν ἕληται, δοῦναι τὸν ἡττώμενον

    不定式 ὑπεξελέσθαι 与 δοῦναι 充当约言名词 συνθήκας(“协议、协定”)的具体条款内容,带有规定或命令性含义。前者的逻辑主语为对格 ἑκάτερον(“各自”),后者的逻辑主语为对格 τὸν ἡττώμενον(“败者”)。

  4. 17.5εἰ χαλεπαίνεις διὰ γέροντα πονηρὸν εὐνοῦχον

    以 εἰ 引出的从句依附于感叹句 ὡς ἡδὺς εἶ καὶ μακάριος。在表示情感或讽刺性评价的短语之后,εἰ 从句常具有原因或事实说明的性质(“因……而生气”、“见你竟然为了……而动怒”),而非单纯的纯假设。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:17.1-17.6