- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:16.1-16.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
太后得知宦官的报告后转告国王,阿尔塔薛西斯大怒,下令对米特里达梯施以残酷的船刑,令其在遭受十七天的折磨后痛苦死去。
ἐκ τούτου τῇ μὲν Παρυσάτιδι φράζει τὸν λόγον ὁ εὐνοῦχος, ἐκείνη δὲ βασιλεῖ βασιλεὺς δὲ ἠγανάκτησεν ὥσπερ ἐξελεγχόμενος καὶ τὸ κάλλιστον καὶ ἥδιστον ἀπολλύων τῆς νίκης, ἐβούλετο γὰρ βαρβάρους ἅπαντας πεπεῖσθαι καὶ Ἕλληνας ὡς1 ἐν ταῖς ἐξελάσεσι καὶ συμπλοκαῖς δοὺς καὶ λαβὼν πληγήν ἐτρώθη μὲν αὐτός, ἔκτεινε δὲ ἐκεῖνον, ἐκέλευσεν οὖν τὸν Μιθριδάτην ἀποθανεῖν σκαφευθέντα.
为此,宦官将此番言论告知了帕律萨梯丝,而她又转告给王。王大为恼怒,仿佛自己的谎言被戳穿,胜利中最光彩、最令人欣悦的部分被剥夺殆尽;因为他本意图让所有的蛮族与希腊人都确信,是在冲锋与混战之中,他与对方互施打击,自己虽受了伤,却斩杀了〔居鲁士〕。于是他下令,将米特里达梯处以船刑致死。
τὸ δὲ σκαφευθῆναι τοιοῦτόν ἐστι· σκάφας δύο πεποιημένας ἐφαρμόζειν ἀλλήλαις λαβόντες, εἰς τὴν ἑτέραν κατακλίνουσι τὸν κολαζόμενον ὕπτιον· εἶτα τὴν ἑτέραν ἐπάγοντες καὶ συναρμόζοντες, ὥστε τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἔξω καὶ τοὺς πόδας ἀπολαμβάνεσθαι,2 τὸ δὲ ἄλλο σῶμα πᾶν ἀποκεκρύφθαι, διδόασιν ἐσθίειν τῷ ἀνθρώπῳ, κἂν μὴ θέλῃ, προσβιάζονται κεντοῦντες τὰ ὄμματα· φαγόντι δὲ πιεῖν μέλι καὶ γάλα συγκεκραμένον ἐγχέουσιν εἰς τὸ στόμα καὶ κατὰ τοῦ προσώπου καταχέουσιν.
所谓的船刑是这样的:他们取来两只制成大小能够严丝合缝扣合的小船,将受刑者仰卧放置在其中一只船内;然后将另一只船扣合在其上,使他的头颅、双手和双脚露在外面被卡住,而其余的整个身体则全被封闭掩盖在里面。他们拿食物给这人吃,若他不肯,便用针刺他的眼睛强逼他进食;当他吃完后,便将调和好的牛奶与蜂蜜灌入他的口中,并浇遍他的整张脸。
εἶτα πρὸς τὸν ἥλιον ἀεὶ στρέφουσιν ἐναντία τὰ ὄμματα, καὶ μυιῶν προσκαθημένων πλῆθος πᾶν ἀποκρύπτεται τὸ πρόσωπον, ἐντὸς δὲ ποιοῦντος ὅσα ποιεῖν ἀναγκαῖόν ἐστιν3 ἐσθίοντας ἀνθρώπους καὶ πίνοντας, εὐλαὶ καὶ σκώληκες ὑπὸ φθορᾶς καὶ σηπεδόνος ἐκ τοῦ περιττώματος ἀναζέουσιν, ὑφʼ ὧν ἀναλίσκεται τὸ σῶμα διαδυομένων εἰς τὰ ἐντός.
接着,他们使他的双眼始终正对着太阳,因飞蝇群集栖落,他的整张脸都被完全遮盖;而当他在船内排泄出凡吃喝之人所必然产生之物时,因腐败和溃烂,粪便中便沸涌出蛆虫与爬虫,它们钻入内腑,将身体蚕食殆尽。
ὅταν γὰρ ἤδη φανερὸς ᾖ τεθνηκὼς ὁ ἄνθρωπος, ἀφαιρεθείσης τῆς ἐπάνω σκάφης ὁρῶσι τὴν μὲν σάρκα κατεδηδεσμένην, περὶ δὲ τὰ σπλάγχνα τοιούτων θηρίων ἑσμοὺς ἐσθιόντων καὶ προσπεφυκότων.4 οὕτως ὁ Μιθριδάτης ἑπτακαίδεκα ἡμέρας φθειρόμενος μόλις ἀπέθανε.
因为当此人明显已经死去、移去上面的小船时,人们会看到血肉已被吃尽,在脏腑周围聚集着成群附着并啃噬着的此类虫豸。米特里达梯就这样在被摧残折磨了十七天之后,才艰难地死去。
- 16.1ἐβούλετο γὰρ βαρβάρους ἅπαντας πεπεῖσθαι καὶ Ἕλληνας ὡς
完成体被动不定式 πεπεῖσθαι 与宾格主语 βαρβάρους ἅπαντας καὶ Ἕλληνας 共同充当 ἐβούλετο 的补足语,表示希望他们“处于坚信的状态”这一持续结果。其后接的 ὡς 从句(间接引语)引出深信的具体内容。
- 16.2ὥστε τὴν κεφαλὴν καὶ τὰς χεῖρας ἔξω καὶ τοὺς πόδας ἀπολαμβάνεσθαι
在 ὥστε 引导的结果从句中,动词 ἀπολαμβάνεσθαι 意为“被隔截在外、暴露在外部”,副词 ἔξω 修饰该动词,表明头部、双手和双脚被卡在扣合的双船之外。
- 16.3ἐντὸς δὲ ποιοῦντος ὅσα ποιεῖν ἀναγκαῖόν ἐστιν
现在分词 ποιοῦντος 构成属格独立结构,省略了代词主语(αὐτοῦ),指代受刑之人。“吃喝之人所必然做的事”是针对排泄行为的委婉表达。
- 16.4θηρίων ἑσμοὺς ἐσθιόντων καὶ προσπεφυκότων
主动词 ὁρῶσι 的直接宾语为宾格名词 ἑσμούς(“群”)。分词 ἐσθιόντων 与 προσπεφυκότων 在性、数、格上一致修饰依附于其上的属格名词 θηρίων(“虫豸、害兽”),而非修饰 ἑσμούς。
