- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:15.1-15.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
米特里达梯在宴席上受宦官挑唆,借着酒意自夸亲手斩杀居鲁士,从而为自己招致杀身之祸。
κακῶς δὲ ἀπώλετο καὶ Μιθριδάτης μετʼ ὀλίγον χρόνον ἐκ τῆς αὐτῆς ἀβελτερίας. κληθεὶς γὰρ ἐπὶ δεῖπνον ἔνθα καὶ βασιλέως καὶ τῆς μητρὸς εὐνοῦχοι παρῆσαν, ἧκεν ἐσθῆτι καὶ χρυσῷ κεκοσμημένος οἷς ἔλαβε παρὰ βασιλέως.1
不久之后,米特里达梯也因同样的愚昧而凄惨地丧命。因为当他受邀赴宴、王与太后的宦官皆在场时,他身着并佩戴着从王那里得来的华服与黄金盛装而至。
ἐπεὶ δὲ εἰς τὸ πίνειν ἀφίκοντο, λέγει πρὸς αὐτὸν ὁ μέγιστον δυνάμενος τῶν Παρυσάτιδος εὐνούχων ὡς καλὴν μὲν ἐσθῆτά σοι ταύτην, ὦ Μιθριδάτα, ὁ βασιλεὺς δέδωκε, καλὰ δὲ στρεπτὰ καὶ ψέλια· πολλοῦ δὲ ἄξιος ὁ ἀκινάκης. ἦ μακάριόν σε καὶ περίβλεπτον ἅπασι πεποίηκεν. ἤδη δὲ μεθύων ὁ Μιθριδάτης, τί δὲ ταῦτα ἔστιν, εἶπεν, ὦ Σπαραμίζη; μειζόνων γὰρ ἐγὼ καὶ καλλιόνων βασιλεῖ τὴν ἡμέραν ἐκείνην ἄξιον ἐμαυτὸν παρέσχον.
当他们进入饮酒的环节时,帕律萨梯丝手下最有权势的宦官对他说:“米特里达梯啊,王赐予你的这袭袍服是何等华美,项圈与手镯又是何等精致;这柄短剑亦是价值连城。王委实已使你成为众人瞩目且艳羡的有福之人。”此时已喝醉的米特里达梯说道:“斯帕拉米泽斯啊,这些又算得了什么?在那一天,我向王展现的功绩,配得上领受远比这些更丰盛、更殊胜的赏赐。”
καὶ ὁ Σπαραμίζης ἐπιμειδιάσας, φθόνος μὲν οὐδεὶς, ὦ Μιθριδάτα, εἶπεν ἐπεὶ δέ φασιν Ἕλληνες οἶνον καὶ ἀλήθειαν εἶναι, τί λαμπρὸν, ὦ τᾶν, ἢ μέγα, πῖλον εὑρεῖν ἵππου περιρρυέντα καὶ τοῦτον ἀνενεγκεῖν; ταῦτα δὲ οὐκ ἀγνοῶν τὸ ἀληθὲς ἔλεγεν, ἀλλὰ βουλόμενος ἐκκαλύψαι πρὸς τοὺς παρόντας ὑπεκίνει τὴν κουφότητα τοῦ ἀνθρώπου λάλου καὶ ἀκρατοῦς γεγονότος διὰ τὸν οἶνον.
斯帕拉米泽斯微微一笑,说道:“米特里达梯啊,这并无嫉妒之意;但正如希腊人所言‘酒后吐真言’,好朋友,拾得一顶从马上脱落的帽子并将其呈献,究竟算什么光彩或了不起的事呢?”他这番话并非出于不知实情,而是意在当着众人之面揭穿真相,因而暗中挑动这个因酒精而变得多嘴且不能自持之人的轻浮心性。
εἶπεν οὖν μὴ κατασχών ὑμεῖς μὲν, ὅ τι βούλεσθε, πίλους λέγετε καὶ φλυάρους· ἐγὼ δὲ ὑμῖν λέγω διαρρήδην ὑπὸ ταύτης ἀνῃρῆσθαι Κῦρον τῆς χειρός, οὐ γὰρ ὡς Ἀρταγέρσης ἠκόντισα κενὸν καὶ μάταιον, ἀλλὰ τοῦ μὲν ὀφθαλμοῦ μικρὸν ἥμαρτον, τὸν δὲ κροτάφου τυχὼν2 καὶ διελάσας κατέβαλον τὸν ἄνδρα καὶ τέθνηκεν ὑπʼ ἐκείνου τοῦ τραύματος·
于是米特里达梯按捺不住,说道:“你们爱说什么帽子和胡话就说什么吧;但我明确告诉你们,居鲁士正是被这只手所杀!因为我没有像阿尔塔格耳塞斯那样白白徒劳地掷出投枪,而只是略微偏离了眼睛,击中并刺穿了他的太阳穴,击倒了那个人,他正是死于那一创伤。”
οἱ μὲν οὖν ἄλλοι τὸ τέλος ἤδη τοῦ Μιθριδάτου καὶ τὴν κακοδαιμονίαν ὁρῶντες εἰς τὴν γῆν ἔκυψαν ὁ δʼ ἑστιῶν αὐτούς, ὦ τᾶν, ἔφη, Μιθριδάτα, πίνωμεν ἐν τῷ παρόντι καὶ ἐσθίωμεν τὸν βασιλέως δαίμονα προσκυνοῦντες, λόγους δὲ μείζους ἢ καθʼ ἡμᾶς3 ἐάσωμεν.
其他在座者此时预见到米特里达梯的厄运与末日,皆低头默然俯视地面;而宴请他们的主人说道:“好朋友米特里达梯啊,眼下且让我们一边敬奉王的守护神,一边饮酒进食,抛开那些超越我们身份的高谈阔论吧。”
- 15.1οἷς ἔλαβε παρὰ βασιλέως
关系代名词的格吸引(attraction)。关系从句中原本应作宾语的宾格代词 ἅ,受先行词 ἐσθῆτι καὶ χρυσῷ(与格)的支配而被吸引为与格 οἷς。
- 15.4τὸν δὲ κροτάφου τυχὼν
动词 τυγχάνω(击中)兼带表示被击中之人的宾格 τὸν(指居鲁士)与表示击中部位的属格 κροτάφου(太阳穴);亦可理解为 τὸν 是后文谓语动词 κατέβαλον 提前出现的直接宾语,分词短语中 τυχών 仅支配属格 κροτάφου。
- 15.5μείζους ἢ καθʼ ἡμᾶς
比较级 μείζους 后接 ἤ 以及介词短语 καθʼ ἡμᾶς(按照我们的分寸),表示不成比例或过分,意为“过于重大而超出我们的分寸/身份”。
