- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:14.1-14.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
战后阿尔塔薛西斯赏赐立功者并惩戒犯过者,同时坚称是自己亲手斩杀了居鲁士。一个坚持争夺击杀居鲁士之功的卡里亚人最终被王母帕律萨梯丝领去残忍处死。
μετὰ δὲ τὴν μάχην δῶρα κάλλιστα μὲν ἐξέπεμψε καὶ μέγιστα τῷ Ἀρταγέρσου παιδὶ τοῦ πεσόντος ὑπὸ Κύρου, καλῶς δὲ καὶ Κτησίαν καὶ τοὺς ἄλλους ἐτίμησε. τὸν δὲ Καύνιον ἐκεῖνον ἐξ ἐξανευρών,1 ὃς ἐπέδωκε τὸ ἀσκίον, ἐξ ἀδόξου καὶ πένητος ἔντιμον καὶ πλούσιον ἐποίησεν· ἦν δέ τις ἐπιμέλεια καὶ περὶ τὰς τῶν ἐξαμαρτόντων δικαιώσεις.
战后,王将最丰盛、最宏大的赏赐赐予死于居鲁士之手的阿尔塔格耳塞斯之子,亦优厚地礼遇了克特西亚斯等人。他还查访出献给他皮囊的那个考诺斯人,使他从微贱赤贫一跃成为尊贵富有之人;对于犯过之人的惩戒,王也予以了关注。
Ἀρβάκην μὲν γάρ τινα Μῆδον ἐν τῇ μάχῃ πρὸς Κῦρον φυγόντα καὶ πάλιν ἐκείνου πεσόντος μεταστάντα, δειλίαν καὶ μαλακίαν καταγνούς, οὐ προδοσίαν οὐδὲ κακόνοιαν, ἐκέλευσε γυμνὴν ἀναλαβόντα πόρνην περιβάδην2 ἐπὶ τοῦ τραχήλου διʼ ἡμέρας ὅλης ἐν ἀγορᾷ περιφέρειν· ἑτέρου δὲ πρὸς τῷ μεταστῆναι ψευσαμένου καταβαλεῖν δύο τῶν πολεμίων, προσέταξε διαπεῖραι τρισὶ βελόναις τὴν γλῶτταν.
例如,对于阿尔巴克斯这个在战役中叛逃到居鲁士一方、在居鲁士败亡后又倒戈回来的米底人,王判定他为怯懦懦弱而非叛国蓄怨,命令他扛起一个赤身裸体的妓女跨坐在脖子上,在市集上游行整整一日;而另一个人不仅临阵倒戈,还谎称自己击杀了敌方两人,王便下令用三枚长针刺穿其舌头。
οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους ὡς αὐτὸς ἀπεκτόνοι Κῦρον,3 Μιθριδάτῃ τε τῷ βαλόντι πρώτῳ Κῦρον ἐξέπεμψε δῶρα καὶ λέγειν ἐκέλευσε τοὺς διδόντας ὡς τούτοις σε τιμᾷ ὁ βασιλεύς ὅτι τὸν ἐφίππειον Κύρου πῖλον εὑρὼν ἀνήνεγκας· τοῦ δὲ Καρός, ὑφʼ οὗ τὴν ἰγνύαν πληγεὶς ὁ Κῦρος ἔπεσε, καὶ αὐτοῦ δωρεὰν αἰτοῦντος, ἐκέλευσεν εἰπεῖν τοὺς διδόντας ὅτι σοὶ ταῦτα δίδωσιν βασιλεύς εὐαγγελίων δευτερεῖα πρῶτος γὰρ Ἀρτασύρας, μετʼ ἐκεῖνον δὲ σύ τὴν Κύρου τελευτὴν ἀπήγγειλας.
由于王自以为且一心想让世人都认为并宣称是他亲手斩杀了居鲁士,他便向首创居鲁士的米特里达梯送去礼物,并吩咐送礼者传话说:“王以这些褒奖你,是因为你寻获并呈献了居鲁士的马鞍毡帽。” 而当那位击中居鲁士腿弯致其跌落的卡里亚人也为自己索要赏赐时,王吩咐送礼者对他说:“王将这些作为告捷的第二等报酬赏赐于你;因为率先禀报居鲁士死讯的是阿尔塔绪拉斯,而在他之后便是你。”
ὁ μὲν οὖν Μιθριδάτης ἀπῆλθε σιωπῇ λυπούμενος τὸν δὲ ἄθλιον Κᾶρα κοινόν τι πάθος ἐξ ἀβελτερίας κατέσχε. διαφθαρεὶς γὰρ ὑπὸ τῶν παρόντων, ὡς ἔοικεν, ἀγαθῶν, καὶ ἀναπεισθεὶς εὐθὺς ἀντιποιεῖσθαι τῶν ὑπὲρ αὐτόν,4 οὐκ ἠξίου τὰ δοθέντα μισθὸν εὐαγγελίων ἔχειν, ἀλλʼ ἠγανάκτει μαρτυρόμενος καὶ βοῶν ὅτι Κῦρον οὐδεὶς ἕτερος, ἀλλʼ αὐτὸς ἀπεκτόνοι, καὶ τὴν δόξαν ἀδίκως ἀποστεροῖτο, ταῦτα δὲ ἀκούσας ὁ βασιλεύς σφόδρα παρωξύνθη καὶ τὴν κεφαλὴν ἐκέλευσεν ἀποτεμεῖν τοῦ ἀνθρώπου.
米特里达梯于是满怀委屈地默默退下;然而那个可怜的卡里亚人却因愚昧而陷于凡人常有的狂妄狂乱之中。因为他似乎被眼前的利益冲昏了头脑,顿时妄图染指超越自身身份的功勋,不屑于将赏赐当作传递捷报的酬金,反而愤慨地呼号抗辩,大叫绝无旁人、正是他亲手杀死了居鲁士,而自己的荣耀正被不公正地剥夺。国王闻听此言勃然大怒,下令将此人斩首。
παροῦσα δʼ ἡ μήτηρ, μὴ σύ γε, εἶπεν, οὕτω τὸν Κᾶρα τοῦτον, ὦ βασιλεῦ, τὸν ὄλεθρον5 ἀπαλλάξῃς, ἀλλὰ παρʼ ἐμοῦ τὸν ἄξιον ἀπολήψεται μισθὸν ὧν τολμᾷ λέγειν6 ἐπιτρέψαντος δὲ τοῦ βασιλέως ἐκέλευσε τοὺς ἐπὶ τῶν τιμωριῶν ἡ Παρύσατις λαβόντας τὸν ἄνθρωπον ἐφʼ ἡμέρας δέκα στρεβλοῦν, εἶτα τοὺς ὀφθαλμοὺς ἐξορύξαντας εἰς τὰ ὦτα θερμὸν ἐντήκειν χαλκὸν ἕως ἀποθάνῃ.
但在场的王母说道:“王啊,切莫由您以这般方式了结这个该死的卡里亚人;他敢作此狂言,自当由我来给予他应得的报应。” 国王恩准之后,帕律萨梯丝便命令执刑者拿下此人,在刑架上拷打折磨十天,随后剜去其双眼,再将滚烫的熔铜注入其耳中,直至其毙命。
- 14.1ἐξ ἐξανευρών
写本流传中的重写异文(dittography),在句法上充当分词 ἐξευρών 或复合词 ἐξανευρών(寻出、查获)。开头的 ἐξ 极可能是抄写员因后续的 ἐξ ἀδόξου 干扰或机械重复而产生的误写。
- 14.2περιβάδην
副词,意为“跨坐地”、“两腿分跨地”。短语 γυμνὴν ἀναλαβόντα πόρνην περιβάδην ἐπὶ τοῦ τραχήλου 具体描绘了一种极具羞辱性的惩罚形态:“让一个赤裸的妓女跨坐在他的脖子上并背着她”。
- 14.3οἰόμενος δὲ καὶ βουλόμενος δοκεῖν καὶ λέγειν πάντας ἀνθρώπους ὡς αὐτὸς ἀπεκτόνοι Κῦρον
分词 βουλόμενος 统领带宾格主语的不定式结构 πάντας ἀνθρώπους δοκεῖν καὶ λέγειν,后者再引出 ὡς 从句。从句中的动词 ἀπεκτόνοι 为间接引语中的斜格希求语气(optative of indirect discourse),表示间接陈述过去的动作。
- 14.4ἀντιποιεῖσθαι τῶν ὑπὲρ αὐτόν
中动相动词 ἀντιποιέομαι 支配属格,意为“企图据有、争夺(某物)”。此处 τῶν ὑπὲρ αὐτόν 是名词化的中性复数属格介词短语,意指“超越自身地位之事(过分的荣誉)”。
- 14.5τὸν ὄλεθρον
名词 ὄλεθρος(毁灭、灾难)此处用作指代人的同位语或詈词,意为“那个招致灾祸的败类/该死的家伙”,用以修饰形容 τὸν Κᾶρα τοῦτον。
- 14.5ὧν τολμᾷ λέγειν
关系代词的格吸引(attraction)。先行词 τούτων 被省略;原本应为 τούτων ἃ τολμᾷ λέγειν,但宾格关系代词 ἃ 受未言明的属格先行词同化而变为 ὧν。
