- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:13.1-13.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿尔塔薛西斯确证居鲁士的死亡后,向败逃的士兵展示其首级并凯旋还营,作者随后驳斥了史家克特西亚斯的夸大与伪饰。
ἐν δὲ τούτῳ προσήλαυνον οἱ τριάκοντα λαμπροὶ καί περιχαρεῖς, ἀναγγέλλοντες αὐτῷ τὴν ἀνέλπιστον εὐτυχίαν. ἤδη δὲ καί πλήθει τῶν συντρεχόντων πάλιν πρὸς αὐτὸν καί συνισταμένων ἐθάρρει, καί κατέβαινεν ἀπὸ τοῦ λόφου φωτὶ πολλῷ περιλαμπόμενος.
与此同时,那三十名骑兵神采奕奕、喜气洋洋地策马驰回,向他报告了这意料之外的幸事。此时,又因重新奔向他聚集重整的人群众多,王重拾了勇气,在明亮的火光环照下走下山丘。
ὡς δὲ ἐπέστη τῷ νεκρῷ, καὶ κατὰ δή τινα νόμον Περσῶν ἡ δεξιὰ χεὶρ ἀπεκόπη καί ἡ κεφαλὴ τοῦ σώματος, ἐκέλευσε τὴν κεφαλὴν αὑτῷ κομισθῆναι καί τῆς κόμης δραξάμενος οὔσης βαθείας καί λασίας ἐπεδείκνυε τοῖς ἀμφιδοξοῦσιν ἔτι καί φεύγουσιν. οἱ δὲ ἐθαύμαζον καί προσεκύνουν, ὥστε ταχὺ μυριάδας ἑπτὰ περὶ αὐτὸν γενέσθαι καί συνεισελάσαι πάλιν εἰς τὸ στρατόπεδον.
当他来到尸体旁,按照波斯人的某种习俗,右手和头颅已从尸身割下,他下令将头颅呈递给自己;他抓住那浓密蓬松的头发,将其展示给那些仍在心存疑虑、奔逃四散的人看。众人无不惊骇拜伏,以致很快便有七万人聚集在他周围,同他一起策马撤回军营。
ἐξεληλάκει δέ, ὡς ὁ Κτησίας φησίν, ἐπὶ τὴν μάχην τεσσαράκοντα μυριάσιν·1 οἱ δὲ περὶ Δείνωνα καὶ Ξενοφῶντα πολὺ πλείονας γενέσθαι λέγουσι τὰς μεμαχημένας. ἀριθμὸν δὲ νεκρῶν ὁ Κτησίας ἐνακισχιλίους ἀνενεχθῆναί φησι πρὸς τὸν Ἀρτοξέρξην, αὐτῷ δὲ δισμυρίων οὐκ ἐλάττους φανῆναι τοὺς κειμένους, ταῦτα μὲν οὖν ἔχει διαμφισβήτησιν· ἐκεῖνο δὲ τοῦ Κτησίου λαμπρὸν ἤδη ψεῦσμα, τὸ πεμφθῆναι φάναι πρὸς τοὺς Ἕλληνας αὐτὸν2 μετὰ Φαλίνου τοῦ Ζακυνθίου καί τινων ἄλλων.
据克特西亚斯所说,王出征作战时率领了四十万大军;然而戴农和色诺芬等人却称参战人数要多得多。至于阵亡人数,克特西亚斯说呈报给阿尔塔薛西斯的是九千人,但他自己看来倒伏的尸骸不下两万人。这些说法固然存有争议;然而克特西亚斯的另一个说法已是昭然若揭的谎言,那就是他声称自己曾与扎昆索斯人法利诺斯及其他几人一起被派往希腊人那里。
ὁ γὰρ Ξενοφῶν ἠπίστατο συνδιατρίβοντα βασιλεῖ Κτησίαν· μέμνηται γὰρ αὐτοῦ καί τοῖς βιβλίοις τούτοις ἐντετυχηκὼς δῆλός ἐστιν οὐκ ἂν οὖν ἐλθόντα καί λόγων τοσούτων ἑρμηνέα γενόμενον παρῆκεν ἀνώνυμον,3 Φαλῖνον δὲ τὸν Ζακύνθιον ὠνόμαζεν. ἀλλὰ δαιμονίως ὁ Κτησίας, ὡς ἔοικε, φιλότιμος ὢν καί οὐχ ἧττον φιλολάκων καί φιλοκλέαρχος ἀεί τινας ἐν τῇ διηγήσει χώρας ἑαυτῷ δίδωσιν, ἐν αἷς γενόμενος πολλὰ καί καλὰ μεμνήσεται Κλεάρχου καί τῆς Λακεδαίμονος.
因为色诺芬深知克特西亚斯侍从在国王左右;他确实提到过他,且显然读过这些著作。因此,倘若他当真前去并为如此重大的谈判担任通译,色诺芬绝不会略去其名而不提,却单单点名扎昆索斯人法利诺斯。然而克特西亚斯似乎极度好名,且同样亲斯巴达、推崇克利阿科斯,因而总在自己的叙述中为自己安排一席之地,以便置身其中大肆颂扬克利阿科斯与拉刻代蒙。
- 13.3τεσσαράκοντα μυριάσιν
表示军事力量或随从的与格(dativus militaris),表示与动词 ἐξεληλάκει(出征)相伴随的军队规模。
- 13.3ἐκεῖνο δὲ τοῦ Κτησίου λαμπρὸν ἤδη ψεῦσμα, τὸ πεμφθῆναι φάναι πρὸς τοὺς Ἕλληνας αὐτὸν
带冠词的不定式短语 τὸ ... φάναι 作为同位语,具体解释指示代词 ἐκεῖνο 的内容。在 φάναι 内部,αὐτόν(克特西亚斯自己)充当被动不定式 πεμφθῆναι 的宾格主语。
- 13.4οὐκ ἂν οὖν ἐλθόντα καί λόγων τοσούτων ἑρμηνέα γενόμενον παρῆκεν ἀνώνυμον
由 ἄν 与直陈式过去时 παρῆκεν 构成的过去与事实相反的虚拟句。条件从句(若他真前去了)由修饰隐含宾语(克特西亚斯)的分词 ἐλθόντα 和 γενόμενον 承担,意为“若他前去并担任了这番对话的通译,色诺芬绝不会略去其姓名”。
