← 普鲁塔克

阿尔塔薛西斯传

§12.1-12.4

确认居鲁士战死与国王止渴

阿尔塔叙拉斯发现了居鲁士的尸体并向阿尔塔薛西斯国王报捷;极度干渴的国王喝下一名贫贱役夫提供的变质污水后向诸神祈求赐福恩人。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

ἤδη δὲ αὐτοῦ τεθνηκότος Ἀρτασύρας ὁ βασιλέως ὀφθαλμὸς ἔτυχεν ἵππῳ παρεξελαύνων. γνωρίσας οὖν τοὺς εὐνούχους ὀλοφυρομένους ἠρώτησε τὸν πιστότατον αὐτῶν, τίνα τοῦτον, ὦ Παρίσκα, κλαίεις παρακαθήμενος; ὁ δὲ εἶπεν οὐχ ὁρᾷς, ὦ Ἀρτασύρα, Κῦρον τεθνηκότα; θαυμάσας οὖν ὁ Ἀρτασύρας τῷ μὲν εὐνούχῳ θαρρεῖν παρεκελεύσατο καὶ φυλάττειν τὸν νεκρόν, αὐτὸς δὲ συντείνας πρὸς τὸν Ἀρτοξέρξην, ἀπεγνωκότα μὲν ἤδη τὰ πράγματα, κακῶς δὲ καὶ τὸ σῶμα διακείμενον ὑπό τε δίψης καὶ τοῦ τραύματος, χαίρων φράζει ὡς αὐτὸς ἴδοι τεθνηκότα Κῦρον. ὁ δὲ πρῶτον μὲν εὐθὺς ὥρμησεν αὐτὸς ἰέναι, καὶ τὸν Ἀρτασύραν ἄγειν ἐκέλευσεν ἐπὶ τὸν τόπον· ἐπεὶ δὲ πολὺς ἦν λόγος τῶν Ἑλλήνων καὶ φόβος ὡς διωκόντων καὶ πάντα νικώντων καὶ κρατούντων,1 ἔδοξε πλείονας πέμψαι τοὺς κατοψομένους· καὶ τριάκοντα λαμπάδας ἔχοντες ἐπέμφθησαν.

当居鲁士已经断气时,“国王之眼”阿尔塔叙拉斯恰好骑马经过。他认出正在哀泣的宦官们,便问其中最忠诚的一位: “帕里斯卡斯,你守在身边为之哀哭的这个人是谁?” 对方回答说: “阿尔塔叙拉斯,难道你看不出居鲁士已经死了吗?” 阿尔塔叙拉斯大为惊讶,便嘱咐那名宦官要勇敢振作,好生看守尸体;他自己则急忙奔向阿尔塔薛西斯——此时国王已对局势陷入绝望,且因干渴与创伤身体状况极度恶劣——并满怀欣喜地报告说,自己亲眼见到了死去的居鲁士。国王起初立刻想要亲自前往,并命令阿尔塔叙拉斯带他去那地方;但因关于希腊人的传闻甚嚣尘上,人们害怕他们正在追击且到处战无不胜、所向披靡,于是决定派遣更多的人前去查探;遂有三十人手持火把被派了出去。

§12.3

αὐτῷ δὲ μικρὸν ἀπολείποντι τοῦ τεθνάναι διὰ τὸ διψῆν Σατιβαρζάνης ὁ εὐνοῦχος περιθέων ἐζήτει ποτόν οὐ γὰρ εἶχε τὸ χωρίον ὕδωρ, οὐδὲ ἦν ἐγγὺς τὸ στρατόπεδον· μόλις οὖν ἐπιτυγχάνει τῶν Καυνίων ἐκείνων τῶν κακοβίων ἑνὸς ἐν ἀσκίῳ φαύλῳ διεφθαρμένον ὕδωρ καὶ πονηρὸν ἔχοντος, ὅσον ὀκτὼ κοτύλας καὶ λαβὼν τοῦτο καὶ κομίσας τῷ βασιλεῖ δίδωσιν. ἐκπιόντα δὲ ἅπαν ἠρώτησεν εἰ μὴ πάνυ δυσχεραίνει τὸ ποτόν.

国王因干渴而濒于死亡,宦官萨提巴尔扎内斯四处奔走寻找饮水;因为该地无水,军营亦不在近旁。于是他好不容易碰到了那些穷困的考诺斯人中的一个,其破旧的皮囊中装有大约八考堤勒的变质腐水;他取来此水,带去献给国王。国王一饮而尽后,宦官询问他是否觉得这水极其难喝。

§12.4

ὁ δὲ ὤμοσε τοὺς θεοὺς μήτε οἶνον ἡδέως οὕτως πώποτε πεπωκέναι μήτε ὕδωρ τὸ κουφότατον καὶ καθαρώτατον, ὥστε, ἔφη, τὸν δόντα σοι τοῦτο ἄνθρωπον, ἂν ἐγὼ μὴ δυνηθῶ ζητήσας ἀμείψασθαι, τοὺς θεοὺς εὔχομαι ποιῆσαι μακάριον καὶ πλούσιον.2

国王则指着众神起誓,说自己无论饮酒,还是饮用最轻盈纯净之水,都从未感到如此惬意;“因此,”他说,“对于把这水给你的那个人,若我寻访之后不能予以酬报,我便祈求诸神使他幸福富足。”

语法注2 条
  1. 12.2ὡς διωκόντων καὶ πάντα νικώντων καὶ κρατούντων

    带有连词 ὡς 的属格独立结构(genitive absolute),用于表示主观的传闻、见解或推测,而非客观事实(此处指引致恐惧的由头与传言,即“希腊人正在追击并战无不胜”)。

  2. 12.4τὸν δόντα σοι τοῦτο ἄνθρωπον, ἂν ἐγὼ μὴ δυνηθῶ ζητήσας ἀμείψασθαι, τοὺς θεοὺς εὔχομαι ποιῆσαι μακάριον καὶ πλούσιον

    前置主题化及先取结构(topicalization / prolepsis)。短语 τὸν δόντα... ἄνθρωπον 在句法上充当由 εὔχομαι 引出的不定式 ποιῆσαι 的宾语(宾格),因充当话题而被置于插入的条件从句(ἂν ἐγὼ μὴ δυνηθῶ...)之前。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:12.1-12.4