- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg064.humanitext-grc2:11.1-11.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
根据克特西亚斯的叙述,记载了居鲁士与阿尔塔克塞尔克塞斯国王交战并使其负伤,后被战马带入敌阵,在落单中屡遭敌兵暗算,最终负伤身亡的经过。
ἡ δὲ Κτησίου διήγησις, ὡς ἐπιτεμόντι πολλὰ συντόμως ἀπαγγεῖλαι,1 τοιαύτη τίς ἐστι. Κῦρος ἀποκτείνας Ἀρταγέρσην ἤλαυνεν εἰς αὐτὸν βασιλέα τὸν ἵππον, καὶ αὐτὸς εἰς ἐκεῖνον, ἀμφότεροι σιωπῇ· φθάνει δὲ βαλὼν Ἀριαῖος2 ὁ Κύρου φίλος βασιλέα, καὶ οὐκ ἔτρωσε· βασιλεὺς δὲ ἀφεὶς τὸ δόρυ Κύρου μὲν οὐκ ἔτυχε, Σατιφέρνην δέ, πιστὸν ἄνδρα Κύρῳ καὶ γενναῖον, ἔβαλε καὶ ἀπέκτεινε.
至于克特西亚斯的叙述,若大加删节、简短报导,则是如此。居鲁士杀死了阿尔塔格耳塞斯后,便策马直冲向国王,国王也迎面冲向他,两人都默不作声。居鲁士的朋友阿里埃欧斯抢先向国王掷枪,却未能伤及他;国王掷出长矛,未曾击中居鲁士,却击中并杀死了萨提费尔内斯——他是居鲁士一位忠诚而高贵的部下。
Κῦρος δʼ ἐπʼ αὐτὸν ἐξακοντίσας διὰ τοῦ θώρακος ἔτρωσε τὸ στῆθος, ὅσον ἐνδῦναι δύο δακτύλους τὸ ἀκόντιον, πεσεῖν δὲ αὐτὸν3 ὑπὸ τῆς πληγῆς ἀπὸ τοῦ ἵππου. φυγῆς δὲ καὶ ταραχῆς τῶν περὶ αὐτὸν γενομένης, ὁ μὲν ἀναστὰς μετʼ ὀλίγων, ἐν οἷς καὶ Κτησίας ἦν, λόφον τινὰ πλησίον καταλαβὼν ἡσύχαζε Κῦρον δὲ τοῖς πολεμίοις ἐνειλούμενον ὁ ἵππος ἐξέφερεν ὑπὸ θυμοῦ μακράν, ἤδη σκότους ὄντος ἀγνοούμενον ὑπὸ τῶν πολεμίων καὶ ζητούμενον ὑπὸ τῶν φίλων.
居鲁士随后向国王掷出标枪,刺穿了护胸甲,伤及他的胸膛,以至于标枪深陷两指之深;据说国王由于这一击从马上跌落。国王身旁的人陷入逃窜与混乱,国王与少数人——其中包括克特西亚斯——站起身来,占领了附近的一座小山,在那里按兵不动。然而居鲁士深陷敌阵之中,他的战马因性子凶猛将他带往远处;此时夜幕已降,敌人不识他是谁,朋友也在搜寻他。
ἐπαιρόμενος δὲ τῇ νίκῃ καὶ μεστὸς ὢν ὁρμῆς καὶ θράσους διεξήλαυνε βοῶν, Ἐξίστασθε, πενιχροί. τοῦτο δὲ περσιστὶ πολλάκις αὑτοῦ βοῶντος, οἱ μὲν ἐξίσταντο προσκυνοῦντες, ἀποπίπτει δὲ τῆς κεφαλῆς ἡ τιάρα τοῦ Κύρου. καὶ παρατρέχων νεανίας Πέρσης ὄνομα Μιθριδάτης ἀκοντίῳ βάλλει τὸν κρόταφον αὑτοῦ παρὰ τὸν ὀφθαλμόν, ἀγνοῶν ὅστις εἴη.
他因胜利而得意忘形,充满冲动与胆量,一边策马穿行一边高呼: “让开,你们这些穷鬼!” 当他用波斯语多次如此高喊时,众人纷纷伏地退让,但居鲁士头上的波斯高冠却滑落下来。一名奔跑在侧、名叫米特里达梯的波斯青年,在不知他是何人的情况下,用标枪击中了他眼旁的太阳穴。
πολὺ δὲ αἷμα τοῦ τραύματος ἐκβαλόντος ἰλιγγιάσας καὶ καρωθεὶς ὁ Κῦρος ἔπεσε, καὶ ὁ μὲν ἵππος ὑπεκφυγὼν ἐπλάζετο, τὸν δʼ ἐφίππειον πῖλον ἀπορρυέντα λαμβάνει τοῦ τὸν Κῦρον βαλόντος ἀκόλουθος4 αἵματος περίπλεω, τὸν δὲ Κῦρον ἐκ τῆς πληγῆς ἀναφέροντα χαλεπῶς καὶ μόλις εὐνοῦχοί τινες ὀλίγοι παρόντες ἐπεχείρουν ἐπʼ ἄλλον ἵππον ἀναθέσθαι καὶ σῴζειν.
伤口流出大量的鲜血,居鲁士一阵眩晕,神志昏迷,便摔下马来。战马逃窜走散,击中居鲁士之人的仆从拾起了滑落的马鞍垫,上面浸透了鲜血。当居鲁士从创伤中艰难而微弱地恢复知觉时,在场的少数几名宦官企图将他扶上另一匹战马予以营救。
ἀδυνάτως δʼ ἔχοντα καὶ διʼ αὑτοῦ προθυμούμενον βαδίζειν ὑπολαβόντες ἦγον, τῷ μὲν σώματι καρηβαροῦντα καὶ σφαλλόμενον, οἰόμενον δὲ νικᾶν ἀκούοντα τῶν φευγόντων ἀνακαλουμένων Κῦρον βασιλέα καὶ φείδεσθαι δεομένων. ἐν δὲ τούτῳ Καύνιοί τινες ἄνθρωποι κακόβιοι καὶ ἄποροι καὶ ταπεινῶν ὑπουργημάτων ἕνεκα τῇ τοῦ βασιλέως στρατιᾷ παρακολουθοῦντες ἔτυχον συναναμιχθέντες ὡς φίλοις τοῖς περὶ τὸν Κῦρον.
他浑身无力,却急于自己行走,他们便搀扶着他前行;他身体头沉目眩、脚步踉跄,然而听到逃跑之人呼喊居鲁士为王并乞求饶命时,仍自以为已经获胜。就在这时,一些卑贱穷困、因从事下贱杂役而跟随国王军队的考诺斯人,偶然与居鲁士身边的人混杂在一起,将他们当作了友军。
ὡς δὲ μόλις συνεῖδον τὰ ἐπιθωρακίδια φοινικᾶ, λευκοῖς χρωμένων τῶν βασιλικῶν ἁπάντων, ἔγνωσαν πολεμίους ὄντας, εἷς οὖν ἐκείνων ἐτόλμησεν ἀγνοῶν ἐξόπισθεν βαλεῖν τὸν Κῦρον ἀκοντίῳ. τῆς δὲ περὶ τὴν ἰγνύαν φλεβὸς ἀναρραγείσης πεσὼν ὁ Κῦρος ἅμα παίει πρός τινι λίθῳ τὸν τετρωμένον κρόταφον καὶ ἀποθνῄσκει, τοιοῦτος μὲν ὁ Κτησίου λόγος, ᾧ καθάπερ ἀμβλεῖ ξιφιδίῳ μόλις ἀναιρῶν τὸν ἄνθρωπον ἀνῄρηκεν.5
当他们终于看清居鲁士众人的外套是猩红色的,而国王军全员都穿着白色时,才认出他们是敌人;于是他们中的一人竟敢在不知他是何人的情况下,从背后用标枪刺向居鲁士。膝后的血管被刺破,居鲁士倒下,同时负伤的太阳穴撞在一块石头上,随即气绝身亡。克特西亚斯的故事就是如此,借此他仿佛用一把钝短剑,费了九牛二虎之力才终于将此人杀害。
- 11.1ὡς ἐπιτεμόντι πολλὰ συντόμως ἀπαγγεῖλαι
由 ὡς 与不定式 ἀπαγγεῖλαι 结合构成的限制性句式(意为“若要……陈述”),与格分词 ἐπιτεμόντι(源自 ἐπιτέμνω,意为“删节、概括”)作关涉与格(评判者与格),全句意为“若大加删节、简短报导”。
- 11.1φθάνει δὲ βαλὼν Ἀριαῖος
动词 φθάνω 与分词 βαλών 搭配的惯用句式,表示“先于他人……掷出标枪”。
- 11.2πεσεῖν δὲ αὐτὸν
前文直接使用直陈式主动词(ἔτρωσε),此处转为由对格主语 αὐτόν 与不定式 πεσεῖν 构成的对格与不定式结构,体现转述克特西亚斯记载的间接引语语气(“据说国王坠马”)。
- 11.4τοῦ τὸν Κῦρον βαλόντος ἀκόλουθος
冠词加分词 τοῦ βαλόντος(击中者)中间夹入其直接宾语 τὸν Κῦρον,整个定冠词分词短语作属格,修饰名词 ἀκόλουθος(“击中居鲁士之人的仆从”)。
- 11.6ᾧ καθάπερ ἀμβλεῖ ξιφιδίῳ μόλις ἀναιρῶν τὸν ἄνθρωπον ἀνῄρηκεν
关系代词 ᾧ(工具与格)的先行词是前面的 ὁ Κτησίου λόγος(克特西亚斯的叙述)。普鲁塔克在此讽刺克特西亚斯冗长拖沓的叙述,把这一段曲折迟缓的叙事比作“用一把钝短剑费力地杀人”。
