← 普鲁塔克

阿拉图斯传

§9.1-9.6

尼科克勒斯逃亡与西库昂加入阿开亚同盟

尼科克勒斯的府邸被焚,僭主潜逃,阿拉托斯和平解放西库昂;面对归国流亡者的财产争端,他促成西库昂加入了阿开亚同盟。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.1

τότε δὲ πιστεύσαντες ἥκειν ἃ πάλαι προσεδόκων, ὥρμησαν ἀθρόοι πρὸς τὰς θύρας τοῦ τυράννου πῦρ ἐπιφέροντες. ἤρθη δὲ φλὸξ μεγάλη καὶ καταφανὴς μέχρι Κορίνθου τῆς οἰκίας ἀναφθείσης, ὥστε θαυμάσαντας τοὺς ἐν Κορίνθῳ παρὰ μικρὸν ὁρμῆσαι1 πρὸς τὴν βοήθειαν. ὁ μὲν οὖν Νικοκλῆς ἔλαθε διά τινων ὑπονόμων ὑπεκδὺς καὶ ἀποδρὰς ἐκ τῆς πόλεως, οἱ δὲ στρατιῶται καταπαύσαντες μετὰ τῶν Σικυωνίων τὸ πῦρ διήρπαζον τὴν οἰκίαν. καὶ οὔτε ταῦτα ἐκώλυσεν ὁ Ἄρατος, τά τε λοιπὰ χρήματα τῶν τυράννων εἰς μέσον ἔθηκε τοῖς πολίταις. ἀπέθανε δὲ οὐδεὶς οὐδὲ ἐτρώθη τὸ παράπαν τῶν ἐπελθόντων οὐδὲ τῶν πολεμίων, ἀλλὰ καθαρὰν καὶ ἄθικτον αἵματος ἐμφυλίου τὴν πρᾶξιν ἡ τύχη διεφύλαξε.

此时,人们相信自己久已期待的时刻终于到来,便携带着火把,成群结队地冲向僭主的宅门。大火点燃了府邸,腾起熊熊烈焰,甚至远在科林斯都清晰可见,以至于科林斯的人们大为震惊,险些动身前去救援。而尼科克勒斯则顺着地下暗道悄然脱身,逃出了城外;士兵们则与西库昂人一同扑灭了大火,洗劫了那座宅邸。阿拉托斯并未阻止这些行为,并将僭主们其余的财产拿出来归市民公有。在进攻者和敌方之中,全无一人阵亡,甚至没有一人受伤,命运女神守护了这一壮举,使其纯洁无瑕,未染上同胞的鲜血。

§9.3

κατήγαγε δὲ φυγάδας τοὺς μὲν ὑπὸ Νικοκλέους ἐκπεπτωκότας ὀγδοήκοντα, τοὺς δὲ ἐπὶ τῶν ἔμπροσθεν τυράννων οὐκ ἐλάττους πεντακοσίων, οἷς μακρὰ μὲν ἡ πλάνη καὶ ὁμοῦ τι πεντηκονταετὴς ἐγεγόνει. κατελθόντες δὲ οἱ πλεῖστοι πένητες, ὧν κύριοι πρότερον ἦσαν ἐπελαμβάνοντο,2 καὶ βαδίζοντες ἐπὶ τὰ χωρία καὶ τὰς οἰκίας δεινὴν ἀπορίαν τῷ Ἀράτῳ παρεῖχον, ἐπιβουλευομένην μὲν ἔξωθεν καὶ φθονουμένην ὑπʼ Ἀντιγόνου τὴν πόλιν ὁρῶντι διά τὴν ἐλευθερίαν, ταραττομένην δὲ ὑφʼ αὑτῆς καὶ στασιάζουσαν.

此外,他召回了流亡者:其中因尼科克勒斯而被驱逐的有八十人,因先前的僭主们而被驱逐的不少于五百人;他们的流亡岁月漫长,前后几达五十年。归来的人多数身无分文,纷纷要求收回昔日拥有的产业;他们奔向那些田庄和宅院,给阿拉托斯造成了极大的困境,因为他看到城邦一方面因获得自由而在外部遭到图谋并引起安提柯的忌恨,另一方面城邦自身内部混乱动荡、党争纷起。

§9.4

ὅθεν ἐκ τῶν παρόντων ἄριστα κρίνας προσέμιξεν αὐτὴν φέρων τοῖς Ἀχαιοῖς· καὶ Δωριεῖς ὄντες ὑπέδυσαν ἑκουσίως ὄνομα καὶ πολιτείαν τὴν Ἀχαιῶν οὔτε ἀξίωμα λαμπρὸν οὔτε μεγάλην ἰσχὺν ἐχόντων τότε. μικροπολῖται γὰρ ἦσαν οἱ πολλοί, καὶ γῆν οὔτε χρηστὴν οὔτε ἄφθονον ἐκέκτηντο, καὶ θαλάττῃ προσῴκουν ἀλιμένῳ, τὰ πολλὰ κατὰ ῥαχίας ἐκφερομένῃ πρὸς τὴν ἤπειρον.

于是阿拉托斯权衡时局,作出了自认最善的决断,毅然带领西库昂并入了阿开亚同盟;西库昂人虽是多利斯人,却自愿采纳了阿开亚人的名号与政制,而当时的阿开亚人既无显赫的威望,也无强大的国力。因为他们大多是小城居民,占有的土地既不肥沃也不丰饶,临近的海岸没有良港,大半是向着大陆拍击的礁石险滩。

§9.5

ἀλλὰ μάλιστα δὴ διέδειξαν οὗτοι τὴν Ἑλληνικὴν ἀλκὴν ἀπρόσμαχον οὖσαν, ὁσάκις τύχοι κόσμου καὶ συντάξεως ὁμοφρονούσης καὶ νοῦν ἔχοντος ἡγεμόνος, οἳ τῆς μὲν πάλαι τῶν Ἑλλήνων ἀκμῆς οὐδὲν, ὡς εἰπεῖν, μέρος ὄντες, ἐν δὲ τῷ τότε μιᾶς ἀξιολόγου πόλεως σύμπαντες ὁμοῦ δύναμιν οὐκ ἔχοντες, εὐβουλίᾳ καὶ ὁμονοίᾳ, καὶ ὅτι τῷ πρώτῳ κατʼ ἀρετὴν ἐδύναντο μὴ φθονεῖν, ἀλλὰ πείθεσθαι καὶ ἀκολουθεῖν, οὐ μόνον αὑτοὺς ἐν μέσῳ πόλεων καὶ δυνάμεων τηλικούτων καὶ τυραννίδων διεφύλαξαν ἐλευθέρους, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων ὡς πλείστους ἐλευθεροῦντες καὶ σῴζοντες διετέλουν.3

然而正是这些人最清楚地证明了,每当希腊人的英勇遇上秩序、同心协力的体制以及英明的统领,便是无可阻挡的。按过去的希腊全盛时代而论,他们简直可以说微不足道;即在当时,他们全体加起来也比不上一座著名城邦的力量,但凭借深谋远虑与和睦同心,并因为他们能够不妒忌品德最为出众之人,反而顺从并追随他,他们不仅在如此众多强大的城邦、强权与僭主统治的夹缝中保持了自身的自由,而且还不断解放并拯救了尽可能多的其他希腊人。

语法注3 条
  1. 9.1παρὰ μικρὸν ὁρμῆσαι

    成语 παρὰ μικρόν 与不定式连用(此处与 ὥστε 从句中带有宾格主语 τοὺς ἐν Κορίνθῳ 的不定式 ὁρμῆσαι 搭配),表示“差一点/险些(做某事)”,指科林斯人因惊骇险些出兵救援,但最终并未成行。

  2. 9.3ὧν κύριοι πρότερον ἦσαν ἐπελαμβάνοντο

    此处省略了关系代词 ὧν 的先行词 τούτων,结构为 ἐπελαμβάνοντο [τούτων] ὧν κύριοι πρότερον ἦσαν。中动动词 ἐπιλαμβάνομαι 接属格补足语,意为“夺回、占取(财产)”,指归国者试图重新占有他们曾经拥有(κύριοι)的房产与地产。

  3. 9.6ἀλλὰ μάλιστα δὴ διέδειξαν οὗτοι τὴν Ἑλληνικὴν ἀλκὴν ἀπρόσμαχον οὖσαν ... οἳ ... οὐ μόνον αὑτοὺς ... διεφύλαξαν ἐλευθέρους, ἀλλὰ καὶ τῶν ἄλλων Ἑλλήνων ὡς πλείστους ἐλευθεροῦντες καὶ σῴζοντες διετέλουν.

    第5至第6节构成的长难句。主句(ἀλλὰ μάλιστα δὴ διέδειξαν...)的主语 οὗτοι 为先行词,引出由关系代词 οἳ 统领的长大从句。从句内部插入了让步分词短语(τῆς μὲν... ὄντες, ἐν δὲ... οὐκ ἔχοντες)以及方式/原因成分(εὐβουλίᾳ..., καὶ ὅτι...),其核心谓语为 διεφύλαξαν 与带有补足分词(ἐλευθεροῦντες καὶ σῴζοντες)的 διετέλουν。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:9.1-9.6