← 普鲁塔克

阿拉图斯传

§8.1-8.5

占领城内与向西库昂公民宣告自由

猎犬的吠叫一度带来暴露的危险,但阿拉托斯一行终得登城,未流一滴血便擒获僭主的雇佣军,并向聚集在剧场的市民宣告自由。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.1

ἦν δὲ οὐ πολὺ διάστημα ἀπὸ τοῦ κήπου πρὸς τὸ τεῖχος καὶ τὸν πύργον, ἐν ᾧ κύων μέγας ἐφρούρει θηρατικός. αὐτὸς μὲν οὖν οὐκ ᾔσθετο τὴν ἔφοδον, εἴτε φύσει νωθὴς ὢν, εἴτε μεθʼ ἡμέραν κατάκοπος γεγονώς. τῶν δὲ τοῦ κηπουροῦ κυναρίων κάτωθεν ἐκκαλουμένων αὐτόν ὑπεφθέγγετο τυφλὸν καὶ ἄσημον τὸ πρῶτον, εἶτα μᾶλλον ἐπέτεινε παρερχομένων.

从庭园到城墙以及那座驻守着一只大猎犬的塔楼,距离并不遥远。那只大狗本身并没有察觉到他们的靠近,或许是因为生性迟钝,或许是因为白日过于疲劳;但当园丁的小狗从下面吠叫呼唤它时,它起初只是发出含混低沉的咕哝声,接着随着他们的走过便叫得愈发剧烈起来。

§8.2

καὶ κατεῖχεν ἤδη πολὺς ὑλαγμὸς τὸ χωρίον, ὥστε τὸν πέραν φύλακα κραυγῇ μεγάλῃ πυνθάνεσθαι τοῦ κυνηγοῦ, πρός τίνα τραχέως οὕτως ὁ κύων ὑλακτεῖ, καὶ μή τι γίνεται καινότερον.1 ὁ δʼ ἀπὸ τοῦ πύργου αὐτῷ ἀντεφώνησε μηδὲν εἶναι δεινόν, ἀλλὰ τὸν κύνα πρὸς τὸ φῶς τῶν τειχοφυλάκων καὶ τὸν ψόφον τοῦ κώδωνος παρωξύνθαι.

很快,大片的狂吠声笼罩了整个地区,以至于对面的卫兵大声向那驯犬人询问,那只狗究竟在冲着谁如此凶狠地吠叫,是否有任何异常的事情正在发生。但塔楼上的驯犬人向他大声回应说,并没有任何危险,只是那只狗被守城卫兵的亮光和摇铃声刺激到了而已。

§8.3

τοῦτο μάλιστα τοὺς Ἀράτου στρατιώτας ἐπέρρωσεν, οἰομένους τὸν κυνηγὸν ἐπικρύπτειν κοινωνοῦντα τῇ πράξει, εἶναι δὲ πολλοὺς καὶ ἄλλους ἐν τῇ πόλει τοὺς συνεργοῦντας. οὐ μὴν ἀλλὰ τῷ τείχει προσβαλόντων χαλεπὸς ἦν ὁ κίνδυνος καὶ μῆκος ἐλάμβανε, τῶν κλιμάκων κραδαινομένων εἰ μὴ καθʼ ἕνα καὶ σχολαίως ἀναβαίνοιεν ἡ δὲ ὥρα κατήπειγεν, ἤδη φθεγγομένων ἀλεκτρυόνων, καὶ ὅσον οὔπω τῶν ἐξ ἀγροῦ τι φέρειν εἰωθότων πρὸς ἀγορὰν ἐπερχομένων.

这一番话极大地震奋了阿拉托斯的士兵,他们以为那驯犬人是参与这次行动的内应而在刻意隐瞒,并且城内还有许多同谋者在暗中协助。然而,当他们攻附城墙时,险情依然严峻且过程拖延,因为若不一人接一人且缓步攀爬,梯子就会剧烈摇晃;而时间已经十分紧迫,公鸡已经啼鸣,那些惯常从田野运送物品前往集市的人也随时都会到来。

§8.4

διὸ καὶ σπεύδων ὁ Ἄρατος ἀνέβαινε, τεσσαράκοντα τῶν πάντων ἀναβεβηκότων πρὸ αὐτοῦ· καὶ προσδεξάμενος ἔτι τῶν κάτωθεν ὀλίγους ἐπὶ τὴν οἰκίαν τοῦ τυράννου καὶ τὸ στρατήγιον ἀνῆλθεν ἐνταῦθα γὰρ οἱ μισθοφόροι παρενυκτέρευον. ἄφνω δὲ ἐπιπεσὼν αὐτοῖς καὶ συλλαβὼν ἅπαντας, οὐδένα δὲ ἀποκτείνας, εὐθὺς διεπέμπετο πρὸς τοὺς φίλους ἀνακαλούμενος ἕκαστον ἀπʼ οἰκίας.

因此阿拉托斯也急忙攀登上去,在他之前总共已有四十人登城;在接应了从下面上来的少数几人之后,他便前往僭主的府邸和将领的官署,因为雇佣军夜间就驻扎在那里。他猝然袭击了他们,将所有人全部逮捕,却没有杀害一人;随后他立刻派人去联络友人,将每个人从家中召集出来。

§8.5

καὶ συνδραμόντων πανταχόθεν, ἡμέρα μὲν ὑπέλαμπεν ἤδη καὶ τὸ θέατρον ἦν ὄχλου μεστόν, ἔτι πρὸς τὴν ἄδηλον αἰωρουμένων φήμην2 καὶ σαφὲς οὐδὲν εἰδότων ὑπὲρ τῶν πραττομένων, πρίν γε δὴ προελθὼν ὁ κῆρυξ εἶπεν ὡς Ἄρατος ὁ Κλεινίου παρακαλεῖ τοὺς πολίτας ἐπὶ τὴν ἐλευθερίαν.

当人们从四面八方聚集过来时,晨曦已然初现,剧场里挤满了人群;他们面对不可捉摸的传言仍旧心存疑惧,对所发生的一切毫无确切了解,直到传令官走上前去,宣告说克莱尼亚斯之子阿拉托斯正号召市民走向自由。

语法注2 条
  1. 8.2καὶ μή τι γίνεται καινότερον

    连词 μή 在此用于引导带有担忧、疑虑意味的间接疑问从句(“是否有任何异常之事正在发生”),与前面的 πρός τίνα ... ὑλακτεῖ 并列,作 πυνθάνεσθαι 的宾语从句。

  2. 8.5ἔτι πρὸς τὴν ἄδηλον αἰωρουμένων φήμην

    复数属格分词 αἰωρουμένων 以及随后的 εἰδότων 构成了针对前文单数集合名词 ὄχλου(“人群、群众”)的依意合意(constructio ad sensum / synesis),以属格绝对结构(或属格同位成分)生动刻画组成人群的市民个体的悬疑状态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:8.1-8.5