- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:10.1-10.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阐述了阿拉托斯的品性与才能特点:他以城邦公利为重,精于暗中谋略,却在公开战斗中怯懦,这种不均衡被归因于天资缺乏哲学理性的陶冶。
ἦν δὲ Ἄρατος τῷ τρόπῳ πολιτικός, μεγαλόφρων, ἀκριβέστερος εἰς τὰ κοινὰ μᾶλλον τῶν ἰδίων,1 πικρῶς μισοτύραννος, ἔχθρας ὅρῳ καὶ φιλίας ἀεὶ τῷ κοινῷ συμφέροντι χρώμενος.
阿拉托斯在性情上是一位政治家,志气高迈,在公事上远比私事更为审慎周密,痛恨僭主,并且始终以共同的利益作为划定敌友的界准。
ὅθεν οὐχ οὕτως δοκεῖ γεγονέναι φίλος ἀκριβής, ὡς ἐχθρὸς εὐγνώμων καὶ πρᾶος, ὑπὸ τῆς πολιτείας ἐπʼ ἀμφότερα τῷ καιρῷ μεταβαλλόμενος, ὁμονοίας ἐθνῶν καὶ κοινωνίας πόλεων καὶ συνεδρίου καὶ θεάτρου μίαν φωνὴν ἀφιέντος ὡς οὐδενὸς ἄλλου τῶν καλῶν ἐραστής,2 πολέμῳ καὶ ἀγῶνι χρήσασθαι φανερῶς ἀθαρσὴς καὶ δύσελπις, κλέψαι δὲ πράγματα καὶ συσκευάσασθαι κρύφα πόλεις καὶ τυράννους ἐπηβολώτατος.
因此,他似乎与其说是一个纯粹而彻底的朋友,不如说是一个通情达理而温和的敌人;在城邦政治的驱动下,他顺应时机在两者之间转变。他热烈向往各族群的和睦、诸城邦的联结,以及议事会与公民大会发出同一种声音,其深切胜过热爱任何其他美好之物;然而对于公开展开战争与搏杀,他却胆怯且容易气馁,但在暗中算计夺取时机、秘密构陷城邦与僭主方面,他却极为老练精通。
διὸ καὶ πολλὰ τῶν ἀνελπίστων κατορθώσας ἐν οἷς ἐτόλμησεν, οὐκ ἐλάττονα δοκεῖ τῶν δυνατῶν ἐγκαταλιπεῖν διʼ εὐλάβειαν. οὐ γὰρ μόνον, ὡς ἔοικε, θηρίων τινῶν ὄψεις ἐνεργοὶ διὰ σκότους οὖσαι μεθʼ ἡμέραν ἀποτυφλοῦνται ξηρότητι καὶ λεπτότητι τῆς περὶ τὸν ὀφθαλμὸν ὑγρότητος μὴ φερούσης τὴν πρὸς τὸ φῶς σύγκρασιν, ἀλλὰ καὶ δεινότης τίς ἐστιν ἀνθρώπου καὶ σύνεσις ἐν τοῖς ὑπαίθροις καὶ διακεκηρυγμένοις εὐτάρακτος φύσει, πρὸς δὲ τὰς ἐπικρύφους καὶ λαθραίους ἀναθαρσοῦσα πράξεις.
正因如此,他虽在冒险所为的诸事中赢得了许多意料之外的成功,却也似乎出于过分谨慎,而放弃了同样众多完全行得通的机会。因为看来不仅某些野兽的视力在黑暗中极为敏锐,白天却因眼部津液干燥薄弱、无法承受与光线的融合而变盲,而且人也有某一种才干与明智,在露天开阔与公开宣明的场合下天生容易慌乱,但在面对隐秘暗昧的行动时却能振奋勇气。
τὴν δὲ τοιαύτην ἀνωμαλίαν ἔνδεια λόγου φιλοσόφου περὶ τὰς εὐφυΐας ἀπεργάζεται, τὴν ἀρετὴν, ὥσπερ καρπὸν αὐτοφυῆ καὶ ἀγεώργητον, ἐκφερούσας3 δίχα τῆς ἐπιστήμης, ταῦτα μὲν οὖν ἐξεταζέσθω τοῖς παραδείγμασιν.
这种偏颇不平,乃是由于天资之中缺乏哲学理性的陶冶所致;这般天资在缺乏确凿真知的情况下结出品德,就像野生而未经耕耘的果实一般。不过,这些事情还是留待具体事例来加以检验吧。
- 10.1ἀκριβέστερος εἰς τὰ κοινὰ μᾶλλον τῶν ἰδίων
冗余比较结构(pleonastic comparative),副词 μᾶλλον 进一步加强了比较级形容词 ἀκριβέστερος 的语气。比较属格 τῶν ἰδίων(私事)构成比较基准,强调其“对于公事比起私事更加严谨周密”。
- 10.2ὁμονοίας ἐθνῶν καὶ κοινωνίας πόλεων καὶ συνεδρίου καὶ θεάτρου μίαν φωνὴν ἀφιέντος ὡς οὐδενὸς ἄλλου τῶν καλῶν ἐραστής
名词 ἐραστής(热爱者)支配由 ὁμονοίας、κοινωνίας 以及 συνεδρίου καὶ θεάτρου 构成的宾格性属格系列。单数分词 ἀφιέντος 修饰被视作整体的 συνεδρίου καὶ θεάτρου(“发出同一种声音的议事会与剧场[公民大会]”)。短语 ὡς οὐδενὸς ἄλλου τῶν καλῶν 则作比较插入语,意为“胜过对任何其他美好之物的热爱”。
- 10.4ἐκφερούσας
阴性宾格复数现在分词,修饰介词短语中的宾语 τὰς εὐφυΐας(优异的天性/天资)。主句的主语是 ἔνδεια(缺乏),谓语是 ἀπεργάζεται(造成)。全句骨架意为:“天资之中缺乏哲学理性,造成了这种不平衡;这些天资在没有确凿知识的情况下产出德性。”
