- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:7.1-7.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉托斯瞒过密探后率军进抵涅墨亚并公布计划,趁夜色借月光逼近西库昂城墙;先头部队避开两批巡逻卫兵架梯登城,并遣人催促阿拉托斯迅速赶到。
οἱ μὲν οὖν οὕτω παραλογισθέντες ἀπηλλάγησαν· ὁ δὲ Ἄρατος εὐθὺς μετʼ ἄριστον ἐξελθὼν καὶ συνάψας πρὸς τὸν Πολυγνώτου πύργον τοῖς στρατιώταις εἰς Νεμέαν προῆγεν, ὅπου τὴν πρᾶξιν ἐξέφηνε τοῖς πολλοῖς τότε πρῶτον, ὑποσχέσεις τε καὶ παρακλήσεις ἐποιήσατο·
〔密探们〕就这样被蒙骗过去而离去了。阿拉托斯则在午饭后立即出发,在波吕格诺托斯的塔楼与士兵们会合,随后率军前往涅墨亚;在那里,他才首次向众人透露了这次行动计划,并给予诺言和鼓励。
καὶ σύνθημα παραδοὺς Ἀπόλλωνα ὑπερδέξιον προῆγεν ἐπὶ τὴν πόλιν, συμμέτρως τῇ περιφορᾷ τῆς σελήνης ἐπιταχύνων καὶ πάλιν ἀνιεὶς τὴν πορείαν, ὥστε τῷ μὲν φωτὶ χρῆσθαι καθʼ ὁδόν, ἤδη δὲ δυομένης1 περὶ τὸν κῆπον εἶναι πλησίον τοῦ τείχους.
他传下“庇护者阿波罗”作为暗号,向那座城市进军,依照月亮的运行相应地调整行军的速度,或加快或放缓,以便在行路时利用月光,而在月亮沉落时刚好抵达城墙附近的庭园。
ἐνταῦθα Καφισίας ἀπήντησεν αὐτῷ, τῶν μὲν κυναρίων οὐ κρατήσας ἔφθη γὰρ ἀποπηδήσαντα,2 τὸν δὲ κηπουρὸν ἐγκεκλεικώς. ἀθύμους δὲ τοὺς πλείστους γενομένους καὶ κελεύοντας ἀπαλλάττεσθαι παρεθάρρυνεν ὁ Ἄρατος, ὡς ἀπάξων, ἂν οἱ κύνες ἄγαν ἐνοχλῶσιν αὐτοῖς.
卡菲西亚斯在那里迎接了他;他未能捉住那些小狗——因为它们早已跳跑了——但把园丁关押了起来。见大多数人心生退意并催促撤退,阿拉托斯鼓励他们,表示如果那些狗过度骚扰,他就会把大家带回。
ἅμα δὲ τοὺς τὰς κλίμακας φέροντας προπέμψας, ὧν Ἔκδηλος ἡγεῖτο καὶ Μνασίθεος, αὐτὸς ἐπηκολούθει σχολαίως, ἤδη τῶν κυναρίων εὐτόνως ὑλακτούντων καὶ συμπαρατρεχόντων τοῖς περὶ τὸν Ἔκδηλον. οὐ μὴν ἀλλὰ προσέμιξάν τε τῷ τείχει καὶ προσήρεισαν τὰς κλίμακας ἀσφαλῶς. ἀναβαινόντων δὲ τῶν πρώτων, ὁ τὴν ἑωθινὴν φυλακὴν παραδιδοὺς ἐφώδευε κώδωνι, καὶ φῶτα πολλὰ καὶ θόρυβος ἦν τῶν ἐπιπορευομένων, οἱ δέ, ὥσπερ εἶχον,3 αὐτοῦ πτήξαντες ἐπὶ τῶν κλιμάκων τούτους μὲν οὐ χαλεπῶς ἔλαθον, ἄλλης δὲ φυλακῆς ἐναντίας ταύτῃ προσερχομένης εἰς τὸν ἔσχατον κίνδυνον ἦλθον.
与此同时,他派出由埃克德洛斯和姆纳西修斯率领的扛梯之人先行,自己则在后方缓缓跟随;此时那些小狗已经尖厉地狂吠起来,并追着埃克德洛斯一行奔跑。尽管如此,他们还是抵拢了城墙,把梯子稳妥地架好。当最前头的人正往上攀爬时,交接晨岗的人摇着铃巡查,巡查队带来许多亮光和声响;但他们就依着原样伏在梯子上,毫不费力地躲过了这些人;可是另一队从相反方向走来的巡逻兵又使他们陷入了极大的险境。
ὡς δὲ κἀκείνην διέφυγον παρελθοῦσαν, εὐθὺς ἀνέβαινον οἱ πρῶτοι Μνασίθεος καὶ Ἔκδηλος, καὶ τὰς ἑκατέρωθεν ὁδοὺς τοῦ τείχους διαλαβόντες ἀπέστελλον Τέχνωνα πρὸς Ἄρατον ἐπείγεσθαι κελεύοντες.
等连走过去的这一队也躲过之后,姆纳西修斯和埃克德洛斯立即最先爬了上去,在控制了城墙两侧的走道之后,派遣特克农前往阿拉托斯那里,催促他加紧赶来。
- 7.2ἤδη δὲ δυομένης
此为独立属格结构,但句中省略了主语名词。其逻辑主语 τῆς σελήνης(月亮)承接前文的 συμμέτρως τῇ περιφορᾷ τῆς σελήνης 而来。
- 7.3ἔφθη γὰρ ἀποπηδήσαντα
动词 φθάνω(抢先、抢在……之前)与分词 ἀποπηδήσαντα(中性复数主格,与主语 τὰ κυνάρια 一致)搭配构成的典型句式,意为“(在抓住之前)已抢先跳开逃脱”。
- 7.5ὥσπερ εἶχον
利用 ἔχω 的不及物用法(“处于某种状态”)形成的惯用表达,意为“就依着原样 / 保持原本的姿势”,指他们在梯子上立刻就地伏下不动。
