- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:6.1-6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉托斯暗中筹备武器、兵员与梯子,派遣先遣队控制园丁及其恶犬,同时故意表现得荒唐放荡以迷惑敌方的密探。
ἡ μὲν οὖν τῶν ὅπλων παρασκευὴ συνήθης ἦν, πάντων, ὡς ἔπος εἰπεῖν, τότε κλωπείαις χρωμένων καὶ καταδρομαῖς ἐπʼ ἀλλήλους· τὰς δὲ κλίμακας Εὐφράνωρ ὁ μηχανοποιὸς ἀναφανδὸν ἐπήξατο, τῆς τέχνης αὐτῷ τὸ ἀνύποπτον διδούσης, ἐπεὶ καὶ αὐτὸς ἦν τῶν φυγάδων.1
武器的筹备十分寻常,因为在当时,可以说人人都在相互从事劫掠和突袭。然而,那些梯子则是由机械师欧夫拉诺尔公然搭造的,因为他的行当使他不致招人怀疑,尽管他自己也是流亡者之一。
ἄνδρας δὲ αὐτῷ τῶν μὲν ἐν Ἄργει φίλων ἕκαστος ἐξ ὀλίγων δέκα παρέσχεν, αὐτὸς δὲ τῶν ἰδίων οἰκετῶν τριάκοντα καθώπλισεν. ἐμισθώσατο δὲ καὶ διὰ Πρώτου Ξενοφίλου τῶν ἀρχικλώπων οὐ πολλοὺς στρατιώτας, οἷς διεδόθη λόγος ὡς ἐπὶ τὰς ἵππους τὰς βασιλικὰς εἰς τὴν Σικυωνίαν ἔξοδος ἔσοιτο. καὶ προεπέμφθησαν οἱ πολλοὶ σποράδες ἐπὶ τὸν Πολυγνώτου πύργον, ἐκεῖ κελευσθέντες περιμεῖναι.
至于人手,他在阿尔戈斯的朋友们各自从微薄的力量中向他提供了十人,他自己则将三十名私仆武装起来。他还通过盗贼首领普罗托斯·塞诺菲洛斯雇佣了少数士兵,并向他们散布消息,声称此行是前往西库昂境内去夺取王室的马匹。他们中的大多数被分散地提前派往波吕格诺托斯的塔楼,受命在那里等候。
προεπέμφθη δὲ καὶ Καφισίας ὑπʼ αὐτοῦ μετὰ τεσσάρων ἄλλων εὔζωνος, οὓς ἔδει πρὸς τὸν κηπουρὸν ἀφικέσθαι σκοταίους, φάσκοντας ὁδοιπόρους εἶναι, καὶ καταυλισαμένους αὐτόν τε συγκλεῖσαι καὶ τοὺς κύνας· οὐ γὰρ ἦν ἄλλῃ παρελθεῖν. τὰς δὲ κλίμακας διαλυτὰς οὔσας ἐμβαλόντες εἰς ἀχάνας καὶ κατακαλύψαντες ἐφʼ ἁμαξῶν προαπέστειλαν.
卡菲西亚斯也轻装与另外四人一同被他先行派出;他们应当在天黑时抵达园丁家中,自称是过路行客,在投宿后将园丁本人以及那些狗一并关押起来,因为别无他路可以通行。梯子由于是可拆卸的,他们便将其装入大筐内并盖严,用货车先行运送出去。
ἐν τούτῳ δὲ κατασκόπων τινῶν ἐν Ἄργει τοῦ Νικοκλέους φανέντων καὶ περιιέναι λεγομένων ἀδήλως καὶ παραφυλάττειν τὸν Ἄρατον, ἅμʼ ἡμέρᾳ προελθὼν καὶ φανερὸς ὢν ἐν ἀγορᾷ διέτριβε μετὰ τῶν φίλων εἶτʼ ἀλειψάμενος ἐν τῷ γυμνασίῳ καὶ παραλαβών τινας ἐκ τῆς παλαίστρας τῶν εἰωθότων πίνειν καὶ ῥᾳθυμεῖν μετʼ αὐτοῦ νεανίσκων ἀπῆγεν οἴκαδε· καὶ μετὰ μικρὸν ἑωρᾶτο τῶν οἰκετῶν αὐτοῦ διʼ ἀγορᾶς ὁ μὲν στεφάνους φέρων, ὁ δὲ λαμπάδας ὠνούμενος, ὁ δὲ τοῖς εἰθισμένοις παρὰ πότον ψάλλειν καὶ αὐλεῖν γυναίοις διαλεγόμενος.
在此期间,当尼科克勒斯的几名密探出现在阿尔戈斯,据传正在暗中四处窥探并监视阿拉托斯时,他便在黎明时分出门,公然显露行迹,在广场上与朋友们消磨时光;随后他在体育馆涂了油,并从角斗学校带上几位惯于同他饮酒嬉乐的青年回家。不久,人们便看到他的家仆穿行于广场之中,有的捧着花冠,有的采购火把,有的则在同那些惯于在酒席上弹琴吹笛的妇人们攀谈。
ταῦτα δὲ οἱ κατάσκοποι πάντα ὁρῶντες ἐξηπάτηντο καὶ πρὸς ἀλλήλους ἀναγελῶντες ἔλεγον οὐδὲν ἦν ἄρα τυράννου δειλότερον,2 εἰ καὶ Νικοκλῆς τηλικαύτην πόλιν ἔχων καὶ τοσαύτην δύναμιν ὀρρωδεῖ μειράκιον εἰς ἡδονὰς καὶ πότους μεθημερινοὺς τὰ τῆς φυγῆς ἐφόδια καταχρώμενον.
密探们目睹了这一切,完全被蒙骗了过去,彼此大笑着说道:“看来没有什么比僭主更懦怯的了,既然尼科克勒斯坐拥如此大城与这般权势,竟然还会畏惧这样一个把流亡盘缠挥霍在享乐与白昼狂饮上的黄口小儿!”
- 6.1ἐπεὶ καὶ αὐτὸς ἦν τῶν φυγάδων
由表示原因的连词 ἐπεί 加上起强调作用的 καί(“甚至”、“本身也是”)构成。紧接在独立属格结构 τῆς τέχνης αὐτῷ τὸ ἀνύποπτον διδούσης(“他的手艺使他不被怀疑”)之后,补充说明欧夫拉诺尔本人亦是流亡者这一事实,在语意上带有让步色彩(身为流亡者本该招致猜忌,但匠人的身份为他提供了掩护)。
- 6.5οὐδὲν ἦν ἄρα τυράννου δειλότερον
未完成过去时 ἦν 与小词 ἄρα 构成的惯用表达(即所谓“体现新认知的未完成过去时”)。它并非叙述过去的状态,而是表达说话者在目睹当前情形后豁然醒悟的一般性常理:“原来(正如目前所见)没有什么比僭主更懦弱的了。”
