- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:5.1-5.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿拉托斯与阿里斯托马科斯及埃克德洛斯商议起事计划,并根据逃狱者提供的情报派人勘察城墙,在得知潜入难点后仍立即着手采取行动。
πρώτοις δὲ κοινοῦται τὴν γνώμην Ἀριστομάχῳ καὶ Ἐκδήλῳ. τούτων ὁ μὲν ἐκ Σικυῶνος ἦν φυγάς, ὁ δὲ Ἔκδηλος Ἀρκὰς ἐκ Μεγάλης πόλεως, ἀνὴρ φιλόσοφος καὶ πρακτικός, Ἀρκεσιλάου τοῦ Ἀκαδημιακοῦ γεγονὼς ἐν ἄστει συνήθης.
他首先将自己的主张告知阿里斯托马科斯与埃克德洛斯。这二人中,前者是从西库昂流亡之人,后者埃克德洛斯则是来自梅加洛波利斯的阿卡迪亚人,是一位兼具实践才能的哲学家,曾在雅典城中与学园派的阿尔克西拉奥斯过从甚密。
δεξαμένων δὲ τούτων προθύμως διελέγετο τοῖς ἄλλοις φυγάσιν, ὧν ὀλίγοι μὲν αἰσχυνθέντες ἐγκαταλιπεῖν τὴν ἐλπίδα μετεῖχον τῶν πραττομένων, οἱ δὲ πολλοὶ καὶ τὸν Ἄρατον ἐπειρῶντο κατακωλύειν ὡς ἀπειρίᾳ πραγμάτων θρασυνόμενον.
在这两人欣然赞同后,他又与其他流亡者商讨;其中少数人以背弃希望为耻,参与了这一密谋,但多数人甚至试图阻止阿拉托斯,认为他因不谙世故而轻举妄动。
βουλευομένου δʼ αὐτοῦ χωρίον τι τῆς Σικυωνίας καταλαβεῖν, ὅθεν ὡρμημένος διαπολεμήσει πρὸς τὸν τύραννον, ἧκεν εἰς Ἄργος ἀνὴρ Σικυώνιος ἐκ τῆς εἱρκτῆς ἀποδεδρακώς· ἦν δὲ τῶν φυγάδων ἑνὸς Ξενοκλέους ἀδελφός· καὶ τῷ Ἀράτῳ προσαχθεὶς ὑπὸ τοῦ Ξενοκλέους ἔλεγε τοῦ τείχους καθʼ ὃν ὑπερβὰς αὐτὸς ἐσώθη τόπον,1 ἐντὸς μὲν ὀλίγου δεῖν2 ἐπίπεδον εἶναι, προσπεφυκότα χωρίοις πετρώδεσι καὶ ὑψηλοῖς, τὸ δὲ ἔξωθεν ὕψος ὑπὸ κλιμάκων οὐ πάνυ ἀνέφικτον.
正当他筹划着夺取西库昂境内的某个据点、以此为基地向僭主开战之际,一个从狱中脱逃的西库昂人来到了阿尔戈斯;他是流亡者之一塞诺克勒斯的兄弟。在塞诺克勒斯的引见下,他被带到阿拉托斯面前,声称城墙上他自己翻越逃生的那个地段,由于紧依着高耸多石的地面,内部几乎与地面齐平,而外部的高度借助梯子也绝非难以攀登。
ὡς δὲ ταῦτα ἤκουσεν ὁ Ἄρατος, ἐκπέμπει μετὰ τοῦ Ξενοκλέους οἰκέτας ἰδίους δύο, Σεύθαν τε καὶ Τέχνωνα, κατασκεψομένους τὸ τεῖχος, ἐγνωκὼς, εἰ δύναιτο, κρύφα καὶ πρὸς ἕνα κίνδυνον ὀξέως τὸ πᾶν ἀναρρῖψαι3 μᾶλλον ἢ μακρῷ πολέμῳ καὶ φανεροῖς ἀγῶσιν ἰδιώτης ἀντικαθίστασθαι πρὸς τύραννον.
阿拉托斯听闻此言,便派遣塞诺克勒斯与自己的两名家仆塞乌忒斯和泰克农一同去察看城墙;因为他已下定决心,若有可能,宁可暗中将一切迅速押在一场单独的险谋之中,也不愿以平民之身,通过漫长的战争和公开的交锋来对抗僭主。
ὡς δʼ ἐπανῆλθον οἱ περὶ τὸν Ξενοκλέα τοῦ μὲν τείχους εἰληφότες μέτρα καὶ τοῦ τόπου τὴν φύσιν ἀπαγγέλλοντες οὐκ ἄπορον οὐδὲ χαλεπήν, τὸ δὲ λαθεῖν προσελθόντας ἐργῶδες εἶναι φάσκοντες ὑπὸ κηπουροῦ τινος κυναρίων, μικρῶν μέν, ἐκτόπως δὲ μαχίμων καὶ ἀπαρηγορήτων, εὐθὺς ἐνίστατο τὴν πρᾶξιν.
当塞诺克勒斯一行人返回时,他们已测量了城墙的尺度,汇报该处的地势既非不可通行亦非艰险,但声称要想接近而不被发觉殊为不易,全因某个园丁所养的几只小狗——体型虽小,却异乎寻常地好斗且不肯罢休;尽管如此,阿拉托斯还是立即着手付诸实施。
- 5.3τοῦ τείχους καθʼ ὃν ὑπερβὰς αὐτὸς ἐσώθη τόπον
本应作为先行词的名词 τόπον 被并入关系节内部并与关系代词 ὃν 同格(先行词的内嵌)。在结构上,与表示部分的属格 τοῦ τείχους 相结合,作为后面间接引语不定式(ἐπίπεδον εἶναι)的宾格主语,而分词 προσπεφυκότα 则在性、数、格上与 τόπον(阳性单数宾格)相一致。
- 5.3ὀλίγου δεῖν
由非人称动词 δεῖ 的不定式构成的独立不定式副词短语,意为“几乎”、“差一点”,在此修饰表语形容词 ἐπίπεδον(平坦的)。
- 5.4τὸ πᾶν ἀναρρῖψαι
源自掷骰子比喻(ἀναρρίπτω κύβον)的习语,意为“孤注一掷”、“押上全部”,与后文的“旷日持久的战争”(μακρῷ πολέμῳ)形成鲜明对照。
