← 普鲁塔克

阿拉图斯传

§50.1-50.6

伊托梅山占卜与阿拉图斯的谏言

麦塞尼亚惨剧发生后,小阿拉图斯痛斥腓力,腓力隐忍不发,反携老阿拉图斯登上伊托梅山,借占卜内脏征询是否占领要塞。德米特里乌斯力劝其夺取要塞,而阿拉图斯以王道在于信德而非险阻劝诫,使腓力最终放弃占领并退去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§50.1

οὕτω δέ δεινὸν ἔργον ἐξειργασμένου τοῦ Φιλίππου, καὶ συγκρούοντος ἔτι μᾶλλον ἑαυτοῖς τοὺς Μεσσηνίους, ἐπελθὼν ὁ Ἄρατος αὐτός τε δῆλος ἦν φέρων βαρέως καὶ τὸν υἱὸν ἐπιτιμῶντα πικρῶς τῷ Φιλίππῳ καὶ λοιδορούμενον οὐκ ἐκώλυσεν. ἐδόκει δὲ ὁ νεανίσκος ἐρᾶν τοῦ Φιλίππου·1 καὶ τότε λέγων εἶπε πρὸς αὐτόν ὡς οὐδὲ καλὸς ἔτι φαίνοιτο τὴν ὄψιν αὐτῷ τοιαῦτα δράσας, ἀλλὰ πάντων αἴσχιστος.

当腓力铸成如此骇人的恶行,使麦塞尼亚人陷入更为激烈的内讧之际,赶来的阿拉图斯显然深感愤懑,也并未阻止自己的儿子对腓力进行辛辣的指责与辱骂。那年轻人曾被认为爱慕腓力,此时他当面斥责道,腓力做出了这等行径,在他眼里已不再显出任何容貌的美好,反而成了所有人中最丑恶卑劣之徒。

§50.2

ὁ δὲ Φίλιππος ἐκείνῳ μὲν οὐδὲν ἀντεῖπε, καίπερ ἐπίδοξος ὢν, ὑπʼ ὀργῆς καὶ πολλάκις ἐξυλακτήσας λέγοντος αὐτοῦ,2 τὸν δὲ πρεσβύτερον, ὡς ἐνηνοχὼς πράως τὰ λεχθέντα καί τις ὢν μέτριος καὶ πολιτικὸς τὴν φύσιν, ἀνέστησεν ἐκ τοῦ θεάτρου τὴν δεξιὰν ἐμβαλὼν, καὶ προσῆγεν εἰς τὸν Ἰθωμάταν τῷ τε Διὶ θύσων καὶ θεωρήσων τὸν τόπον.

然而腓力并未反驳他,尽管在那年轻人说话时,腓力因愤怒已屡屡如犬吠般咆哮,到了暴怒发作的边缘;但面对年长的阿拉图斯,腓力表现得仿佛心平气和地承受了所言之辞,宛如天性温和通达之人,他挽起阿拉图斯的右手将他从剧场中拉起,引向伊托马塔斯宙斯神庙,既为了向宙斯献祭,也为了视察该处地势。

§50.3

ἔστι γὰρ οὐχ ἧττον εὐερκὴς τοῦ Ἀκροκορίνθου, καὶ λαβὼν φρουρὰν γίνεται χαλεπὸς καὶ δυσεκβίαστος τοῖς παροικοῦσιν. ἀναβὰς δὲ καὶ θύσας, ὡς προσήνεγκεν αὐτῷ τὰ σπλάγχνα τοῦ βοὸς ὁ μάντις, ἀμφοτέραις ταῖς χερσὶν ὑπολαβὼν ἐδείκνυε τῷ τε Ἀράτῳ καὶ τῷ Φαρίῳ Δημητρίῳ, παρὰ μέρος ἀποκλίνων εἰς ἑκάτερον καὶ πυνθανόμενος τί καθορῶσιν ἐν τοῖς ἱεροῖς, κρατοῦντα τῆς ἄκρας αὐτόν ἢ τοῖς Μεσσηνίοις ἀποδιδόντα.3

因为此地要塞的坚固程度不亚于阿克罗科林斯,一旦派驻驻军,对周围居民而言便会成为难以拔除的大患。他登上神庙并完成祭祀后,当占卜者将公牛的内脏呈献给他时,他用双手捧住内脏,向阿拉图斯与帕罗斯的德米特里乌斯展示,轮流侧向两人并询问他们在祭牲中看出何种征兆:是他自己应当控制这处要塞,还是应当将其归还给麦塞尼亚人。

§50.4

γελάσας οὖν ὁ Δημήτριος, εἰ μὲν, ἔφη, μάντεως ἔχεις ψυχήν, ἀφήσεις τὸν τόπον εἰ δὲ βασιλέως, ἀμφοτέρων τῶν κεράτων τὸν βοῦν καθέξεις, αἰνιττόμενος τὴν Πελοπόννησον, ὡς, εἰ προσλάβοι τὸν Ἰθωμάταν τῷ Ἀκροκορίνθῳ, παντάπασιν ἐσομένην ὑποχείριον καὶ ταπεινήν.

德米特里乌斯便笑着说: “如果你拥有占卜者的灵魂,你就会放弃这处地方;但如果你拥有君王的灵魂,你就会抓住公牛的双角,”这是在暗指伯罗奔尼撒半岛,意谓如果他在阿克罗科林斯之外再收揽伊托梅,整个半岛将彻底俯首臣服。

§50.5

ὁ δὲ Ἄρατος ἐπὶ πολὺ μὲν ἡσύχαζε, δεομένου δὲ τοῦ Φιλίππου τὸ φαινόμενον λέγειν, πολλὰ μὲν, εἶπεν, ὦ Φίλιππε, Κρητῶν ὄρη καὶ μεγάλα, πολλαὶ δὲ Βοιωτῶν ἄκραι καὶ Φωκέων ἐκπεφύκασι τῆς γῆς· εἰσὶ δέ που πολλοὶ καὶ τῆς Ἀκαρνάνων τοῦτο μὲν χερσαῖοι, τοῦτο δʼ ἔναλοι τόποι θαυμαστὰς ὀχυρότητας ἔχοντες· ἀλλʼ οὐδένα τούτων κατείληφας, καὶ πάντες ἑκουσίως σοι ποιοῦσι τὸ προστασσόμενον.

阿拉图斯长久保持沉默,但在腓力恳请他说明所见时,他说道: “腓力啊,克里特人拥有许多高山,玻俄提亚人和福基斯人的土地上也耸立着许多险峰;阿卡纳尼亚人境内也定有许多地方,或在陆地,或在海滨,具有令人惊叹的险固防守;然而这些地方你未曾占领过任何一处,所有人却都自愿遵从你的号令。

§50.6

λῃσταὶ γὰρ ἐμφύονται πέτραις καὶ κρημνῶν περιέχονται, βασιλεῖ δὲ πίστεως καὶ χάριτος ἰσχυρότερον οὐδὲν οὐδὲ ὀχυρώτερον. ταῦτα σοι τὸ Κρητικὸν ἀνοίγει πέλαγος, ταῦτα τὴν Πελοπόννησον. ἀπὸ τούτων ὁρμώμενος σὺ τοσοῦτος ἡλικίαν τῶν μὲν ἡγεμών, τῶν δὲ κύριος ἤδη καθέστηκας ἔτι λέγοντος αὐτοῦ τὰ μὲν σπλάγχνα τῷ μάντει παρέδωκεν ὁ Φίλιππος, ἐκεῖνον δὲ τῆς χειρὸς4 ἐπισπασάμενος, δεῦρο τοίνυν, ἔφη, τὴν αὐτὴν ὁδὸν ἴωμεν ὥσπερ ἐκβεβιασμένος ὑπʼ αὐτοῦ καὶ τὴν πόλιν ἀφῃρημένος.

因为强盗才会附着于岩壁、攀附于悬崖,但对于君王而言,没有任何东西比信任与恩德更为有力、更为坚不可摧。正是这些为你开启了克里特海,正是这些为你打开了伯罗奔尼撒。以此为立足点,你在如此年轻的年岁,便已成为一部分人的领袖、另一部分人的主宰。” 在他仍在说话之际,腓力便把祭牲内脏交还给占卜者,拉住阿拉图斯的手说道: “那么,我们就循原路回去吧,”仿佛他是被迫屈服于对方,被剥夺了这座城池一般。

语法注4 条
  1. 50.1ἐδόκει δὲ ὁ νεανίσκος ἐρᾶν τοῦ Φιλίππου

    动词 ἐρᾶν 通常接属格,此处 τοῦ Φιλίππου 即其补语,句意为“那年轻人似乎爱慕着腓力”。

  2. 50.2καίπερ ἐπίδοξος ὢν, ὑπʼ ὀργῆς καὶ πολλάκις ἐξυλακτήσας λέγοντος αὐτοῦ

    形容词短语 ἐπίδοξος ὤν 意为“有可能/行将……”,在此与 ὑπʼ ὀργῆς 连用表示腓力在愤怒之下几近爆发;后附的独立属格 λέγοντος αὐτοῦ 则充当背景从句,表明当年轻人在大放厥词时腓力强忍怒火。

  3. 50.3κρατοῦντα τῆς ἄκρας αὐτόν ἢ τοῖς Μεσσηνίοις ἀποδιδόντα

    带逻辑主语 αὐτόν 的宾格分词 κρατοῦντα 与 ἀποδιδόντα 承接间接疑问从句 πυνθανόμενος τί καθορῶσιν,具体化了腓力向二人征询的抉择内容:“是他自己应当把持要塞,还是归还给麦塞尼亚人”。

  4. 50.6τῆς χειρὸς

    τῆς χειρὸς 与分词 ἐπισπασάμενος 连用表示“拉着他的手”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:50.1-50.6