← 普鲁塔克

阿拉图斯传

§49.1-49.3

腓力的堕落与挑唆麦塞尼亚内讧

腓力显露恶劣本性,不仅私通小阿拉图斯之妻,对待希腊城邦亦转趋蛮横;在麦塞尼亚发生内讧时,他又暗中挑唆对立双方,激起一场惨烈的流血屠杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.1

ἐπεὶ δὲ τῆς τύχης εὐροούσης ἐπαιρόμενος τοῖς πράγμασι πολλὰς μὲν ἀνέφυε καὶ μεγάλας ἐπιθυμίας, ἡ δʼ ἔμφυτος κακία, τὸν παρὰ φύσιν σχηματισμὸν ἐκβιαζομένη καὶ ἀναδύουσα, κατὰ μικρὸν ἀπεγύμνου καὶ διέφαινεν αὐτοῦ τὸ ἦθος, πρῶτον μὲν ἰδίᾳ τὸν νεώτερον Ἄρατον ἠδίκει περὶ τὴν γυναῖκα καὶ πολὺν χρόνον ἐλάνθανεν ἐφέστιος ὢν καὶ ξενιζόμενος ὑπʼ αὐτῶν· ἔπειτα πρὸς τὰς Ἑλληνικὰς ἐξετραχύνετο πολιτείας καὶ φανερὸς ἦν ἤδη τὸν Ἄρατον ἀποσειόμενος.1

然而,随着运势顺畅,腓力因客观局势的上升而得意忘形,滋生出许多庞大的欲念;他骨子里的恶德冲破并摆脱那有违天性的伪装,逐渐暴露出他的真实本性。起初,他在私事上就〔小阿拉图斯的〕妻子一事侵害了小阿拉图斯,由于他是他们家中的宾客并深受款待,故长久未被察觉;随后他对希腊各城邦的态度变得蛮横粗暴,并且显而易见正力图摆脱阿拉图斯。

§49.2

ἀρχὴν δὲ ὑποψίας τὰ Μεσσηνιακὰ παρέσχε, στασιασάντων γὰρ αὐτῶν ὁ μὲν Ἄρατος ὑστέρει βοηθῶν, ὁ δὲ Φίλιππος ἡμέρᾳ μιᾷ πρότερον ἐλθὼν εἰς τὴν πόλιν εὐθὺς οἶστρόν τινα κατʼ ἀλλήλων ἐνέβαλε τοῖς ἀνθρώποις, ἰδίᾳ μὲν ἐρωτῶν τούς στρατηγοὺς τῶν Μεσσηνίων εἰ νόμους κατὰ τῶν πολλῶν οὐκ ἔχουσιν,2 ἰδίᾳ δὲ πάλιν τούς τῶν πολλῶν προεστῶτας εἰ χεῖρας κατὰ τῶν τυραννούντων οὐκ ἔχουσιν.

而猜忌的开端则是麦塞尼亚事件。在麦塞尼亚人发生内讧时,阿拉图斯驰援迟缓,而腓力提前一天赶至该城,旋即在人群中挑起互斗的狂躁敌意。他私下向麦塞尼亚的统帅们质问他们难道没有制裁大众的法令,又转而私下询问大众的首领们难道没有制服暴虐者的拳头。

§49.3

ἐκ δὲ τούτου θαρρήσαντες οἱ μὲν ἄρχοντες ἐπελαμβάνοντο τῶν δημαγωγῶν, ἐκεῖνοι δὲ μετὰ τῶν πολλῶν ἐπελθόντες τούς τε ἄρχοντας ἀπέκτειναν καὶ τῶν ἄλλων ὀλίγον ἀπολείποντας διακοσίων.3

执政官们因此壮起胆子,企图逮捕蛊惑民心的煽动家;然而后者联合大众展开袭击,不仅杀死了执政官们,还杀害了其余近两百人。

语法注3 条
  1. 49.1φανερὸς ἦν ἤδη τὸν Ἄρατον ἀποσειόμενος

    人称句式(personal construction)。此处未用非人称的“φανερὸν ἦν αὐτὸν ἀποσείεσθαι”(显而易见他正摆脱阿拉图斯),而是直接以主语作主格,使形容词 φανερός 与主语一致,并由补足分词 ἀποσειόμενος 承接。

  2. 49.2εἰ νόμους κατὰ τῶν πολλῶν οὐκ ἔχουσιν

    在间接疑问句连词 εἰ 引导的从句中使用了否定词 οὐκ。条件连词 εἰ 引导的从句通常使用 μή,但间接疑问连词 εἰ 可保留直接疑问句中的 οὐ,此处用 οὐκ 是为了表达强烈期待肯定回答的修辞性反问(“难道你们没有制裁大众的法令吗?”即“必然是有的”)。后文紧随的 εἰ χεῖρας κατὰ τῶν τυραννούντων οὐκ ἔχουσιν 亦为此一句式用法。

  3. 49.3ὀλίγον ἀπολείποντας διακοσίων

    分词 ἀπολείποντας 为宾格,作谓语动词 ἀπέκτειναν 的宾语成分(与 τούς τε ἄρχοντας 并列,并带有部分属格 τῶν ἄλλων)。动词 ἀπολείπω 表“缺少、达不到”,后接表示基准的属格 διακοσίων,并由充当副词的中性宾格 ὀλίγον(稍许、略微)修饰,意为“略少于二百人/近二百人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:49.1-49.3