← 普鲁塔克

阿拉图斯传

§51.1-51.3

阿拉图斯的疏远与腓力本性的暴露

阿拉图斯因不愿同流合污而拒绝随腓力出征,后因腓力的军事溃败、对美塞尼亚的残暴侵扰及内闱恶行而彻底与他决裂。作者指出腓力的剧变并非本性改变,而是长久隐藏的恶念在无所顾忌时暴露了出来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51.1

ὁ δὲ Ἄρατος ἀπορρέων ἤδη τῆς αὐλῆς καὶ κατὰ μικρὸν ἑαυτὸν ἀνακομιζόμενος ἐκ τῆς πρὸς τὸν Φίλιππον συνηθείας, διαβαίνοντος εἰς Ἤπειρον αὐτοῦ καὶ δεομένου συστρατεύειν, ἀπείπατο καὶ κατέμεινε, δεδιὼς ἀναπλησθῆναι δόξης πονηρᾶς ἀφʼ ὧν ἐκεῖνος ἔπραττεν.1

至于阿拉图斯,此时已从宫廷引退,逐渐脱离与腓力的亲密往来;当腓力渡海前往伊庇鲁斯并请求他一同出征时,他予以拒绝而留了下来,生怕因对方的所作所为而蒙受恶名。

§51.2

ἐπεὶ δὲ τάς τε ναῦς ὑπὸ Ῥωμαίων ἀπολέσας αἴσχιστα καὶ ὅλως ἀποτυχὼν ταῖς πράξεσιν ἐπανῆλθεν εἰς Πελοπόννησον, καὶ τοὺς Μεσσηνίους αὖθις ἐπιχειρήσας φενακίζειν καὶ μὴ λαθὼν ἠδίκει φανερῶς καὶ τὴν χώραν αὐτῶν ἐπόρθει, παντάπασιν ὁ Ἄρατος ἀπεστράφη καὶ διεβλήθη πρὸς αὐτόν, ἤδη καὶ τῶν περὶ τὴν γυναικωνῖτιν ἀδικημάτων αἰσθόμενος καὶ φέρων ἀνιαρῶς αὐτός, ἀποκρυπτόμενος δὲ τὸν υἱόν·

后来,腓力在罗马人手中极其耻辱地丧失了舰队,行动全盘受挫而退回伯罗奔尼撒,继而又企图再度欺骗美塞尼亚人,诡计败露后便公然侵害他们并洗劫其国土,阿拉图斯遂彻底与他反目,彼此疏远。

§51.3

εἰδέναι γὰρ ὑβρισμένον περιῆν, ἄλλο δὲ οὐδέν, ἀμύνασθαι μὴ δυναμένῳ.2 μεγίστην γὰρ ὁ Φίλιππος δοκεῖ καὶ παραλογωτάτην μεταβαλέσθαι μεταβολήν, ἐξ ἡμέρου βασιλέως καὶ μειρακίου σώφρονος ἀνὴρ ἀσελγὴς καὶ τύραννος ἐξώλης γενόμενος, τὸ δὲ οὐκ ἦν ἄρα3 μεταβολὴ φύσεως, ἀλλʼ ἐπίδειξις ἐν ἀδείᾳ κακίας πολὺν χρόνον διὰ φόβον ἀγνοηθείσης.

此时阿拉图斯甚至察觉到了涉及内闱女眷的丑行,他自己暗中痛心承受,却瞒着儿子;因为对于无力报复之人而言,剩下的只有得知自己受辱,别无其他。腓力似乎经历了最大、最不可思议的转变,从一位温和的君王与自制的青年,沦为放荡之人与恶贯满盈的僭主;但这终究不是本性的改变,而是在肆无忌惮之中,将长久以来因畏惧而未被察觉的奸恶暴露无遗罢了。

语法注3 条
  1. 51.1ἀφʼ ὧν ἐκεῖνος ἔπραττεν

    此处出现关系代词的吸引(attraction)。该短语相当于 ἀπὸ τούτων ἃ ἐκεῖνος ἔπραττεν,先行词 τούτων 被省略,而原本作 ἔπραττεν 宾语的宾格关系代词 ἃ 受介词 ἀπό 影响而被同化为属格 ὧν。

  2. 51.3εἰδέναι γὰρ ὑβρισμένον περιῆν, ἄλλο δὲ οὐδέν, ἀμύνασθαι μὴ δυναμένῳ.

    不定式 εἰδέναι 作为动词 περιῆν(意为“剩下/结果不过是……”)的主语。与格分词短语 ἀμύνασθαι μὴ δυναμένῳ(“对于无法报仇之人而言”)作关涉与格。完成时被动分词 ὑβρισμένον 与不定式省略的宾格逻辑主语构成复合结构,表示“得知[自己/家人]遭受凌辱”。ἄλλο δὲ οὐδέν 为省略句,意为“除此以外别无他物”。

  3. 51.3τὸ δὲ οὐκ ἦν ἄρα

    语气词 ἄρα 与未完成过去时连用,表示事后的省悟或对真相的揭示(“其实并非……”),形成与前文人们表面印象的反差。τὸ δέ 作主语,指代前句所述腓力的巨大变化。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:51.1-51.3