← 普鲁塔克

阿拉图斯传

§4.1-4.3

阿拉托斯的人望与自力诛除僭主的决心

成年后的阿拉托斯声望日隆,成为流亡者的寄托并引起僭主尼科克勒斯的戒备;在向安提柯和托勒密求援受阻后,他决心依靠自身力量诛除僭主。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§4.1

τοῦ δὲ Νικοκλέους τέσσαρας μῆνας τυραννοῦντος, ἐν οἷς πολλὰ κακὰ τὴν πόλιν ἐργασάμενος ἐκινδύνευσεν ὑπὸ Αἰτωλῶν ἐπιβουλευομένην αὐτὴν ἀποβαλεῖν, ἤδη μειράκιον ὁ Ἄρατος ὢν ἀξίωμα λαμπρὸν εἶχε διʼ εὐγένειαν καὶ φρόνημα, ὃ διέφαινεν οὐ μικρὸν οὐδὲ ἀργόν, ἐμβριθὲς δὲ καὶ παρʼ ἡλικίαν ἀσφαλεστέρᾳ γνώμῃ κεκραμένον.1

尼科克勒斯作为僭主统治了四个月,在此期间他使城邦蒙受了许多灾祸,甚至因埃托利亚人的图谋而险些失掉城邦;此时已是青年的阿拉托斯,因其高贵门第与气魄而享有崇高威望,其展现出的气魄既不微小也不迟钝,反而沉稳厚重,且融汇着超乎其年龄的稳健见识。

§4.2

ὅθεν οἵ τε φυγάδες μάλιστα τὸν νοῦν ἐκείνῳ προσεῖχον, ὅ τε Νικοκλῆς οὐκ ἠμέλει τῶν πραττομένων, ἀλλʼ ἀδήλως ἀπεθεώρει καὶ παρεφύλαττεν αὑτοῦ τὴν ὁρμήν,2 τόλμημα μὲν οὐδὲν τηλικοῦτον δεδιὼς οὐδὲ ἔργον οὐδὲν οὕτω παρακεκινδυνευμένον, ὑποπτεύων δὲ τοῖς βασιλεῦσιν αὐτὸν διαλέγεσθαι φίλοις οὖσι καὶ ξένοις πατρῴοις.

因此,流亡者们格外寄望于他,而尼科克勒斯也并非对局势掉以轻心,而是暗中观察并提防着他的一举一动;他并非害怕有什么如此惊天动地的冒险企图或如此孤注一掷的行径,而是怀疑他正与那些身兼其父友人和客友的列王暗通款曲。

§4.3

καὶ γὰρ ἀληθῶς ὁ Ἄρατος ἐπεχείρησε τὴν ὁδὸν ἐκείνην βαδίζειν. ὡς δὲ Ἀντίγονος μὲν ὑπισχνούμενος ἠμέλει καὶ παρῆγε τὸν χρόνον, αἱ δὲ ἀπʼ Αἰγύπτου καὶ παρὰ Πτολεμαίου μακρὰν ἦσαν ἐλπίδες, ἔγνω διʼ αὑτοῦ καταλύειν3 τὸν τύραννον.

事实上,阿拉托斯确实曾试图走这条道路。然而,安提柯口头许诺却置若罔闻、拖延时日,来自埃及和托勒密的指望又遥遥无期,于是他决心凭借自身的力量推翻僭主。

语法注3 条
  1. 4.1παρʼ ἡλικίαν ἀσφαλεστέρᾳ γνώμῃ κεκραμένον

    介词 παρά 后接宾格 ἡλικίαν 表示“超出其年龄”、“与其年龄不相称”。κεκραμένον 为动词 κεράννυμι 的完成时被动分词中性单数宾格,修饰前面的名词 φρόνημα(气魄、心志),与与格短语 ἀσφαλεστέρᾳ γνώμῃ(更稳健的见识)连用,意为“融汇了超乎其年龄的稳重判断力”。

  2. 4.2αὑτοῦ τὴν ὁρμήν

    代词 αὑτοῦ 虽带有粗气符,看似反身代词,但根据上下文并不指代主语尼科克勒斯,而是指代前文提到的阿拉托斯(ἐκείνῳ),这属于后古典希腊语中非反身代词 αὐτοῦ 变体或间接指称受关注对象的用法。因此与 τὴν ὁρμήν 构成名词短语,意为“他(阿拉托斯)的动向/意图”,作 παρεφύλαττεν 的宾语。

  3. 4.3ἔγνω διʼ αὑτοῦ καταλύειν

    动词 γιγνώσκω(不定过去时 ἔγνων)接不定式 καταλύειν,构成表示“决意做某事”的句式。介词短语 διʼ αὑτοῦ 意为“凭借自身/独自一人”,与前文提及的仰赖外邦君王(安提柯与托勒密)的外部援助形成鲜明对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:4.1-4.3