← 普鲁塔克

阿拉图斯传

§48.1-48.4

腓力重用阿拉图斯与惩处佞臣

腓力王听信廷臣谗言扶植埃佩拉图斯出任阿开亚统帅招致失败,于是重新全心倚赖阿拉图斯并取得卓著政绩。出于嫉妒而公开侮辱甚至袭击阿拉图斯的侍臣最终被国王处死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§48.1

καὶ τότε πρῶτον Ἀπελλοῦ καί Μεγαλέου καί τινων αὐλικῶν ἄλλων διαβαλλόντων τὸν Ἄρατον ἀναπεισθεὶς ὁ βασιλεὺς, καί συναρχαιρεσιάσας τοῖς ἀπὸ τῆς ἐναντίας στάσεως, ἐσπούδασε τοὺς Ἀχαιοὺς ἑλέσθαι στρατηγὸν Ἐπήρατον.

正是在这时,国王首次听信了阿佩勒斯、梅加莱阿斯及其他一些侍臣对阿拉图斯的谗言,与反对派一同操纵选举,极力促使阿开亚人推选埃佩拉图斯为统帅。

§48.2

ὡς δʼ ἐκείνου μὲν καταφρονουμένου τελέως ὑπὸ τῶν Ἀχαιῶν, τοῦ δὲ Ἀράτου παραμελοῦντος ἐγίνετο τῶν χρησίμων οὐδέν, ἔγνω διαμαρτάνων τοῦ παντὸς1 ὁ Φίλιππος, καί ἀνακρουσάμενος αὖθις ἐπὶ τὸν Ἄρατον ὅλος ἦν ἐκείνου,2 καί τῶν πραγμάτων αὐτῷ πρός τε δύναμιν καί πρός εὐδοξίαν ἐπιδιδόντων ἐξήρτητο τοῦ ἀνδρός, ὡς διʼ ἐκεῖνον εὐδοκιμῶν καί αὐξόμενος.

然而,由于埃佩拉图斯遭到阿开亚人的彻底鄙视,而阿拉图斯又袖手旁观,以致于一切有益之举皆一事无成,腓力意识到自己大错特错,遂调转航向重新归向阿拉图斯,全心全意信任他;随着自己的事务在权势与威名上日见增进,他完全依附于此人,自认为声名鹊起与实力壮大皆归功于他。

§48.3

ἐδόκει τε πᾶσιν ὁ Ἄρατος οὐ μόνον δημοκρατίας, ἀλλὰ καί βασιλείας ἀγαθὸς εἶναι παιδαγωγός· ἡ γὰρ προαίρεσις αὐτοῦ καί τὸ ἦθος ὡς χρῶμα ταῖς πράξεσι τοῦ βασιλέως ἐπεφαίνετο. καί γὰρ ἡ πρός Λακεδαιμονίους ἁμαρτόντας μετριότης τοῦ νεανίσκου καί ἡ πρός Κρῆτας ὁμιλία, διʼ ἧς ὅλην προσηγάγετο τὴν νῆσον ἡμέραις ὀλίγαις, ἥ τε πρός Αἰτωλοὺς στρατεία γενομένη θαυμαστῶς ἐνεργός εὐπειθείας μὲν τῷ Φιλίππῳ δόξαν, εὐβουλίας δὲ τῷ Ἀράτῳ προσετίθει.3

在众人看来,阿拉图斯不仅是一位民主政体的良师,也是王政的优秀导师;因为他的志向与品格如同一层底色,映射在国王的一切行动之中。事实上,这位年轻人在犯下过错的拉刻代蒙人面前所展现的克制,以及他与克里特人的交涉——他借此在短短数日内便争取到整个岛屿的归顺——还有对埃托利亚人展开的那场惊人果决的远征,都为腓力增添了从善如流的美誉,而为阿拉图斯赢得了深谋远虑的赞誉。

§48.4

καί διὰ ταῦτα μᾶλλον οἱ βασιλικοὶ φθονοῦντες, ὡς οὐδὲν ἐπέραινον κρύφα διαβάλλοντες, ἀναφανδὸν ἐλοιδοροῦντο καὶ προσέκρουον αὐτῷ παρὰ τοὺς πότους μετὰ πολλῆς ἀσελγείας καί βωμολοχίας· ἅπαξ δὲ καί λίθοις βάλλοντες ἀπιόντα εἰς τὴν σκηνὴν μετὰ τὸ δεῖπνον κατεδίωξαν. ἐφʼ οἷς ὁ Φίλιππος ὀργισθείς εὐθὺς μὲν αὐτοὺς ἐζημίωσεν εἴκοσι ταλάντοις, ὕστερον δὲ λυμαίνεσθαι τὰ πράγματα καὶ ταράττειν δοκοῦντας ἀπέκτεινεν.

廷臣们因此更加心怀嫉妒,见暗中毁谤劳而无功,便在宴饮之时肆无忌惮、极尽猥亵下流之能事,公然辱骂阿拉图斯并与之作对;有一次甚至在他晚宴后返回营帐途中向他投掷石块进行追打。腓力对此大为震怒,起初立即处以二十塔兰同的罚金,其后认为他们破坏国政、制造混乱,便将他们处决了。

语法注3 条
  1. 48.2ἔγνω διαμαρτάνων τοῦ παντὸς

    认知动词 ἔγνω 接阳性主格单数的分词 διαμαρτάνων 作补充成分,表示主语意识到自身所犯的错误("他意识到自己完全错了")。因主语一致而未采用宾格加不定式结构。

  2. 48.2ἀνακρουσάμενος αὖθις ἐπὶ τὸν Ἄρατον ὅλος ἦν ἐκείνου

    ἀνακρούομαι 原为航海术语,意为"倒桨回航"或"掉转船头",此处比喻性地表示转变态度回到阿拉图斯身边。其后的 ὅλος ἦν ἐκεῖνον 表示全心全意倾倒于他("完全依顺于他")。

  3. 48.3εὐπειθείας μὲν τῷ Φιλίππῳ δόξαν, εὐβουλίας δὲ τῷ Ἀράτῳ προσετίθει

    动词 προσετίθει(赋予、增添)的主语是前文列举的三件事项(对斯巴达的宽容、与克里特的交涉、对埃托利亚的远征)。εὐπειθείας(从善如流、顺从)与 εὐβουλίας(深谋远虑、明智)形成平行对照,前者赋予年轻的国王腓力,后者赋予导师阿拉图斯。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:48.1-48.4