- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:47.1-47.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提柯死后,埃托利亚人乘阿开亚人懈怠之机入侵伯罗奔尼撒,阿拉图斯提前就任统帅前往迎敌却遭惨败,气馁的阿开亚人遂再次请求马其顿的腓力介入希腊事务。
τελευτήσαντος δὲ Ἀντιγόνου καταφρονήσαντες Αἰτωλοὶ τῶν Ἀχαιῶν διὰ τὴν ῥᾳθυμίαν ἐθισθέντες γὰρ ἀλλοτρίαις σώζεσθαι χερσὶ καὶ τοῖς Μακεδόνων ὅπλοις αὑτοὺς ὑπεσταλκότες ἐν ἀργίᾳ πολλῇ καὶ ἀταξίᾳ διῆγον1 ἐπέθεντο τοῖς κατὰ Πελοπόννησον πράγμασι· καὶ τὴν μὲν Πατρέων καὶ Δυμαίων λεηλασίαν ὁδοῦ πάρεργον ἐποιήσαντο, τὴν δὲ Μεσσήνην ἐμβαλόντες ἐπόρθουν.
安提柯死后,埃托利亚人因阿开亚人的怠惰而轻视他们——因为阿开亚人惯于假借他人之手自保,退避在马其顿人的武力庇护之下,过着极其慵懒且毫无纪律的生活——便向伯罗奔尼撒各邦发起进攻;他们把劫掠帕特雷人和迪梅人的土地视作行军顺带的琐事,而侵入麦塞尼亚进行掳掠。
ἐφʼ οἷς ὁ Ἄρατος ἀγανακτῶν καὶ τὸν στρατηγοῦντα τότε τῶν Ἀχαιῶν Τιμόξενον ὁρῶν ὀκνοῦντα καὶ διατρίβοντα τὸν χρόνον, ἤδη τῆς στρατηγίας αὐτῷ τελευτώσης, αὐτὸς ᾑρημένος ἄρχειν μετʼ ἐκεῖνον προέλαβεν ἡμέραις πέντε τὴν ἀρχὴν2 ἕνεκα τοῦ βοηθῆσαι Μεσσηνίοις. καὶ συναγαγὼν τοὺς Ἀχαιούς τοῖς τε σώμασιν ἀγυμνάστους ὄντας καὶ ταῖς διανοίαις ἐκλελυμένους πρὸς τὸν πόλεμον ἡττᾶται περὶ Καφύας· καὶ θυμικώτερον ἐστρατηγηκέναι δόξας οὕτως αὖ πάλιν ἀπημβλύνθη καὶ προήκατο τὰ πράγματα καὶ τὰς ἐλπίδας, ὥστε πολλάκις λαβὴν τοὺς Αἰτωλοὺς παρασχόντας ἀνέχεσθαι καὶ περιορᾶν ὥσπερ κωμάζοντας3 ἐν τῇ Πελοποννήσῳ μετὰ πολλῆς ἀσελγείας καὶ θρασύτητος.
阿拉图斯对此深感义愤,见当时的阿开亚统帅提摩克塞诺斯在任期即将届满之际迟疑不决、虚掷光阴,自己作为选定接替其职务之人,为了救援麦塞尼亚人,便将任职日期提前了五天。然而,他召集的阿开亚人士兵体质缺乏锻炼,对战事又意气懈怠,结果在卡菲埃附近遭遇溃败;阿拉图斯被认为指挥作战多凭一时血气,以致转而意气消沉,放弃了全局与希望,乃至埃托利亚人虽然屡屡露出破绽,他却百般容忍,任由他们在伯罗奔尼撒极尽放肆与狂妄之能事,如狂欢作乱一般横行无忌。
αὖθις οὖν τὰς χεῖρας ὀρέγοντες εἰς Μακεδονίαν ἐπεσπῶντο καὶ κατῆγον ἐπὶ τὰς Ἑλληνικὰς πράξεις τὸν Φίλιππον, οὐχ ἥκιστα διὰ τὴν πρὸς τὸν Ἄρατον εὔνοιαν αὐτοῦ καὶ πίστιν ἐλπίζοντες εὐκόλῳ περὶ πάντα χρήσεσθαι καὶ χειροήθει.
于是阿开亚人再次向马其顿伸出求援之手,将腓力引进并请来介入希腊事务;他们尤其指望凭借腓力对阿拉图斯的好感与信任,在一切事务上都能得到一个顺从而易于驾驭之人。
- 47.1ἐθισθέντες γὰρ ἀλλοτρίαις σώζεσθαι χερσὶ καὶ τοῖς Μακεδόνων ὅπλοις αὑτοὺς ὑπεσταλκότες ἐν ἀργίᾳ πολλῇ καὶ ἀταξίᾳ διῆγον
在由 γάρ 引导的插入性解释分句中,分词 ἐθισθέντες、ὑπεσταλκότες 以及限定动词 διῆγον 的逻辑主语是承接前文属格 τῶν Ἀχαιῶν 而来的阿开亚人(主格复数),用以阐释其“怠惰(ῥᾳθυμία)”的具体表现,而非全句的主语埃托利亚人(Αἰτωλοί)。
- 47.2προέλαβεν ἡμέραις πέντε τὴν ἀρχὴν
与格 ἡμέραις πέντε 是表示程度差别的与格(dative of degree of difference),修饰动词 προέλαβεν,意为“提前五天接任职务(τὴν ἀρχήν)”。
- 47.3πολλάκις λαβὴν τοὺς Αἰτωλοὺς παρασχόντας ἀνέχεσθαι καὶ περιορᾶν ὥσπερ κωμάζοντας
宾格分词短语 τοὺς Αἰτωλοὺς παρασχόντας 与 κωμάζοντας 受支配容忍及感知动词 ἀνέχεσθαι 和 περιορᾶν 的管辖。分词 παρασχόντας 带让步意味(“尽管埃托利亚人屡次露出破绽/给予把柄”),而 κωμάζοντας 则描写他们被放任横行时的狂妄状态。
