- 底本
- Plutarch. Plutarch's Lives, Vol. XI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1926.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg063.humanitext-grc2:44.1-44.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安提柯与阿拉图斯结盟后挥师进军,阿尔戈斯发生亲阿开亚派叛乱,迫使克里昂米尼放弃阿克罗哥林多撤退。安提柯接管了阿克罗哥林多,而阿拉图斯因坐视原僭主阿里斯托马库斯遭非法处决而招致极大恶名。
ἐν δὲ ταῖς Πηγαῖς δόντες καὶ λαβόντες ὅρκους εὐθὺς ἐβάδιζον ἐπὶ τοὺς πολεμίους, καὶ περὶ τὴν πόλιν ἀγῶνες ἦσαν, εὖ πεφραγμένου τοῦ Κλεομένους καὶ τῶν Κορινθίων ἀμυνομένων προθύμως. ἐν τούτῳ δὲ Ἀριστοτέλης ὁ Ἀργεῖος φίλος ὢν Ἀράτου διαπέμπεται κρύφα πρὸς αὐτόν, ὡς ἀποστήσων τὴν πόλιν, εἰ στρατιώτας ἐκεῖνος ἔχων ἔλθοι.1
在佩盖互换誓言之后,他们立即向敌人进发。由于克里昂米尼筑有坚固的防御,且哥林多人奋力抵抗,城周围爆发了激战。就在此时,阿拉图斯的友人、阿尔戈斯人亚里士多德派密使前来,表示如果阿拉图斯带兵前往,他便会让该城发动叛乱脱离敌方。
τοῦ δὲ Ἀράτου φράσαντος τῷ Ἀντιγόνῳ καὶ μετὰ χιλίων καὶ πεντακοσίων εἰς Ἐπίδαυρον ἐξ Ἰσθμοῦ πλοίοις κομιζομένου κατὰ τάχος, οἱ μὲν Ἀργεῖοι προεξαναστάντες ἐπέθεντο τοῖς τοῦ Κλεομένους καὶ κατέκλεισαν εἰς τὴν ἀκρόπολιν, ὁ δὲ Κλεομένης πυθόμενος ταῦτα, καὶ δείσας μὴ κατασχόντες οἱ πολέμιοι τὸ Ἄργος ἀποκόψωσιν αὐτὸν τῆς οἴκαδε σωτηρίας, ἐκλιπὼν Τὸν Ἀκροκόρινθον ἔτι νυκτὸς ἐβοήθει.
阿拉图斯将此事告知安提柯后,率领一千五百人乘船自地峡火速赶往埃皮达鲁斯,阿尔戈斯人则提前起义,袭击了克里昂米尼的守军,并将他们围困在卫城之中。克里昂米尼得知此事,唯恐敌人占领阿尔戈斯而切断自己撤回本土的安全退路,便连夜弃守阿克罗哥林多,前往救援。
καὶ παρελθὼν μὲν εἰς Ἄργος ἔφθη καὶ τροπήν τινα τῶν πολεμίων ἐποίησεν, ὀλίγῳ δὲ ὕστερον Ἀράτου προσφερομένου καὶ τοῦ βασιλέως ἐπιφαινομένου μετὰ τῆς δυνάμεως ἀπεχώρησεν εἰς Μαντίνειαν. ἐκ τούτου τοῖς μὲν Ἀχαιοῖς πάλιν αἱ πόλεις ἅπασαι προσεχώρησαν, Ἀντίγονος δὲ Τὸν Ἀκροκόρινθον παρέλαβεν, Ἄρατος δὲ στρατηγὸς αἱρεθεὶς ὑπʼ Ἀργείων ἔπεισεν αὐτοὺς Ἀντιγόνῳ τά τε τῶν τυράννων καὶ τὰ τῶν προδοτῶν χρήματα δωρεὰν δοῦναι.
他虽抢先进入阿尔戈斯并击退了敌军,但不久之后,随着阿拉图斯步步逼近,国王亦率大军赶到,他遂撤往曼提尼亚。此后,所有城邦再次重新归顺阿开亚同盟,安提柯接管了阿克罗哥林多,阿拉图斯被阿尔戈斯人推选为将军,并劝说他们将僭主与叛徒的财产悉数赠予安提柯。
τὸν δὲ Ἀριστόμαχον ἐν Κεγχρεαῖς στρεβλώσαντες κατεπόντισαν, ἐφʼ ᾧ καὶ μάλιστα κακῶς ἤκουσεν ὁ Ἄρατος, ὡς ἄνθρωπον οὐ πονηρόν, ἀλλὰ καὶ κεχρημένον ἐκείνῳ καὶ πεπεισμένον ἀφεῖναι τὴν ἀρχὴν καὶ προσαγαγεῖν τοῖς Ἀχαιοῖς τὴν πόλιν, ὅμως περιιδὼν παρανόμως ἀπολλύμενον.2
至于阿里斯托马库斯,他们在肯克瑞埃将其严刑拷打后沉入海中溺死;阿拉图斯因此蒙受了最沉重的恶名,因为人们谴责他:此人并非恶徒,甚至曾与阿拉图斯结为好友,并在其劝说下放弃僭主统治、带领城邦加入阿开亚同盟,而阿拉图斯却坐视其遭受非法的杀戮。
- 44.1ὡς ἀποστήσων τὴν πόλιν, εἰ στρατιώτας ἐκεῖνος ἔχων ἔλθοι
ὡς 加将来分词 ἀποστήσων 表意图或言论(“承诺促成该城叛离”)。从属条件句 εἰ ... ἔλθοι 则是由于主要动词 διαπέμπεται(历史现在时)处于过去语境中,由直接引语中的假设(如 ἐὰν ... ἔλθῃς)转为间接引语希求法(optativus obliquus)。
- 44.4ἐφʼ ᾧ καὶ μάλιστα κακῶς ἤκουσεν ὁ Ἄρατος, ὡς ἄνθρωπον οὐ πονηρόν, ἀλλὰ καὶ κεχρημένον ἐκείνῳ καὶ πεπεισμένον ἀφεῖναι τὴν ἀρχὴν καὶ προσαγαγεῖν τοῖς Ἀχαιοῖς τὴν πόλιν, ὅμως περιιδὼν παρανόμως ἀπολλύμενον
短语 κακῶς ἤκουσεν 为 ἀκούω 与副词连用的被动惯用表达(意为“遭受恶评”)。随后的 ὡς 搭配主格分词 περιιδὼν 与主语 Ἄρατος 一致,表示外人责难的缘由(“因其坐视……”)。动词 περιεῖδον(坐视、不顾)常接分词作补足语(此处为 παρανόμως ἀπολλύμενον,“被非法处死”)。
